Comparison
Job 30
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | But now the younger in time scorn me, whose fathers I would not have set with the dogs of my flock: | Νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι, νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων. |
| 2 | The strength of whose hands was to me as nothing, and they were thought unworthy of life itself. | Καί γε ἰσχὺς χειρῶν αὐτῶν ἱνατί μοι; ἐπʼ αὐτοὺς ἀπώλετο συντέλεια. |
| 3 | Barren with want and hunger, who gnawed in the wilderness, disfigured with calamity and misery. | Ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος, οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν. |
| 4 | And they ate grass, and barks of trees, and the root of junipers was their food. | Οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥὶζας ξύλων ἐμασσῶντο ὑπὸ λιμοῦ μεγάλου. |
| 5 | Who snatched up these things out of the valleys, and when they had found any of them, they ran to them with a cry. | Ἐπανέστησάν μοι κλέπται, |
| 6 | They dwelt in the desert places of torrents, and in caves of earth, or upon the gravel. | ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν· |
| 7 | They pleased themselves among these kind of things, and counted it delightful to be under the briers. | Ἀναμέσον εὐήχων βοήσονται οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο. |
| 8 | The children of foolish and base men, and not appearing at all upon the earth. | Ἀφρόνων υἱοὶ καὶ ἀτίμων, ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. |
| 9 | Now I am turned into their song, and am become their byword. | Νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν. |
| 10 | They abhor me, and flee far from me, and are not afraid to spit in my face. | Ἐβδελύξαντο δέ με ἀποστάντες μακρὰν, ἀπὸ δὲ τοῦ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. |
| 11 | For he hath opened his quiver, and hath afflicted me, and hath put a bridle into my mouth. | Ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλεν. |
| 12 | At the right hand of my rising, my calamities forthwith arose: they have overthrown my feet, and have overwhelmed me with their paths as with waves. | Ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν, πόδα αὐτῶν ἐξέτειναν, καὶ ὡδοποίησαν ἐπʼ ἐμὲ· τρίβους ἀπωλείας αὐτῶν. |
| 13 | They have destroyed my ways, they have lain in wait against me, and they have prevailed, and there was none to help. | Ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν· |
| 14 | They have rushed in upon me, as when a wall is broken, and a gate opened, and have rolled themselves down to my miseries. | βέλεσιν αὐτοῦ κατηκόντισέ με. Κέκριται δέ μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι. |
| 15 | I am brought to nothing: as a wind thou hast taken away my desire: and my prosperity hath passed away like a cloud. | Ἐπιστρέφονταί μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα, καὶ ὥσπερ νέφος ἡ σωτηρία μου. |
| 16 | And now my soul fadeth within myself, and the days of affliction possess me. | Καὶ νῦν ἐπʼ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν. |
| 17 | In the night my bone is pierced with sorrows: and they that feed upon me, do not sleep. | Νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέχυται, τὰ δὲ νεῦρά μου διαλέλυται. |
| 18 | With the multitude of them my garment is consumed, and they have girded me about, as with the collar of my coat. | Ἐν πολλῇ ἰσχύϊ ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με. |
| 19 | I am compared to dirt, and am likened to embers and ashes. | Ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς. |
| 20 | I cry to thee, and thou hearest me not: I stand up, and thou dost not regard me. | Κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ ἀκούεις μου, ἔστησαν δὲ καὶ κατενόησάν με. |
| 21 | Thou art changed to be cruel toward me, and in the hardness of thy hand thou art against me. | Ἐπέβησαν δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας. |
| 22 | Thou hast lifted me up, and set me as it were upon the wind, and thou hast mightily dashed me. | Ἔταξας δέ με ἐν ὀδύναις, καὶ ἀπέῤῥιψάς με ἀπὸ σωτηρίας. |
| 23 | I know that thou wilt deliver me to death, where a house is appointed for every one that liveth. | Οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ θνητῷ γῆ. |
| 24 | But yet thou stretchest not forth thy hand to their consumption: and if they shall fall down thou wilt save. | Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο. |
| 25 | I wept heretofore for him that was afflicted, and my soul had compassion on the poor. | Ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις· |
| 26 | I expected good things, and evils are come upon me: I waited for light, and darkness broke out. | ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. |
| 27 | My inner parts have boiled without any rest, the days of affliction have prevented me. | Ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχείας. |
| 28 | I went mourning without indignation; I rose up, and cried in the crowd. | Στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. |
| 29 | I was the brother of dragons, and companion of ostriches. | Ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. |
| 30 | My skin is become black upon me, and my bones are dried up with heat. | Τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος. |
| 31 | My harp is turned to mourning, and my organ into the voice of those that weep. | Ἀπέβη δὲ εἰς πένθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. |
