Comparison
Job 36
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Eliu also proceeded, and said: | Προσθεὶς δὲ ἔτι Ἐλιοὺς, λέγει, |
| 2 | Suffer me a little, and I will shew thee: for I have yet somewhat to speak in God’s behalf. | Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις. |
| 3 | I will repeat my knowledge from the beginning, and I will prove my Maker just. | Ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπʼ ἀληθείας, |
| 4 | For indeed my words are without a lie, and perfect knowledge shall be proved to thee. | καὶ οὐκ ἄδικα ῥήματα ἀδίκως συνιεῖς. |
| 5 | God doth not cast away the mighty, whereas he himself also is mighty. | Γίνωσκε δὲ, ὅτι ὁ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, δυνατὸς ἰσχύϊ καρδίας |
| 6 | But he saveth not the wicked, and he giveth judgment to the poor. | ἀσεβῆ οὐ μὴ ζωοποιήσῃ, καὶ κρίμα πτωχῶν δώσει. |
| 7 | He will not take away his eyes from the just, and he placeth kings on the throne for ever, and they are exalted. | Οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, καὶ μετὰ βασιλέων εἰς θρόνον, καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται. |
| 8 | And if they shall be in chains, and be bound with the cords of poverty: | Καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις, συσχεθήσονται ἐν σχοινίοις πενίας. |
| 9 | He shall shew them their works, and their wicked deeds, because they have been violent. | Καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν, καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν. |
| 10 | He also shall open their ear, to correct them: and shall speak, that they may return from iniquity. | Ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας. |
| 11 | If they shall hear and observe, they shall accomplish their days in good, and their years in glory. | Ἐὰν ἀκούσωσι, καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς, καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις. |
| 12 | But if they hear not, they shall pass by the sword, and shall be consumed in folly. | Ἀσεβεῖς δὲ οὐ διασώζει, παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν Κύριον, καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν. |
| 13 | Dissemblers and crafty men prove the wrath of God, neither shall they cry when they are bound. | Καὶ ὑποκριταὶ καρδίᾳ τάξουσι θυμόν, οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς. |
| 14 | Their soul shall die in a storm, and their life among the effeminate. | Ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων, |
| 15 | He shall deliver the poor out of his distress, and shall open his ear in affliction. | ἀνθʼ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον, κρίμα δὲ πραέων ἐκθήσει. |
| 16 | Therefore he shall set thee at large out of the narrow mouth, and which hath no foundation under it: and the rest of thy table shall be full of fatness. | Καὶ προσεπιηπάτησέ σε ἐκ στόματος ἐχθροῦ, ἄβυσσος κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος. |
| 17 | Thy cause hath been judged as that of the wicked, cause and judgment thou shalt recover. | Οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα, |
| 18 | Therefore let not anger overcome thee to oppress any man: neither let multitude of gifts turn thee aside. | θυμὸς δὲ ἐπʼ ἀσεβεῖς ἔσται, διʼ ἀσέβειαν δώρων ὧν ἐδέχοντο ἐπʼ ἀδικίαις. |
| 19 | Lay down thy greatness without tribulation, and all the mighty of strength. | Μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, |
| 20 | Prolong not the night that people may come up for them. | καὶ πάντας τοὺς κραταιοῦντας ἰσχὺν μὴ ἐξελκύσῃς τὴν νύκτα, τοῦ ἀναβῆναι λαοὺς ἀντʼ αὐτῶν, |
| 21 | Beware thou turn not aside to iniquity: for this thou hast begun to follow after misery. | ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοκα· ἐπὶ τοὺτων γὰρ ἐξείλω ἀπὸ πτωχείας. |
| 22 | Behold, God is high in his strength, and none is like him among the lawgivers. | Ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ· τίς γάρ ἐστι κατʼ αὐτὸν δυνάστης; |
| 23 | Who can search out his ways? or who can say to him: Thou has wrought iniquity? | Τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἰπὼν, ἔπραξεν ἄδικα; |
| 24 | Remember that thou knowest not his work, concerning which men have sung. | Μνήσθητι, ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, ὧν ἦρξαν ἄνδρες. |
| 25 | All men see him, every one beholdeth afar off. | Πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί. |
| 26 | Behold, God is great, exceeding our knowledge: the number of his years is inestimable. | Ἰδοὺ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος. |
| 27 | He lifteth up the drops of rain, and poureth out showers like floods: | Ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην. |
| 28 | Which flow from the clouds that cover all above. | Ῥυήσονται παλαιώματα, ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτῳ βροτῷ· ὥραν ἔθετο κτήνεσιν, οἴδασι δὲ κοίτης τάξιν· ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια, οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος. |
| 29 | If he will spread out clouds as his tent, | Καὶ ἐὰν συνῇ ἐπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ, |
| 30 | And lighten with his light from above, he shall cover also the ends of the sea. | ἰδοὺ ἐκτενεῖ ἐπʼ αὐτὸν ἠδὼ, καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν. |
| 31 | For by these he judgeth people, and giveth food to many mortals. | Ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι. |
| 32 | In his hands he hideth the light, and commandeth it to come again. | Ἐπὶ χειρῶν ἐκάλυψε φῶς, καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι. |
| 33 | He sheweth his friend concerning it, that it is his possession, and that he may come up to it. | Ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ Κύριος, κτῆσι καὶ περὶ ἀδικίας. |
