Comparison
Job 5
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Call now if there be any that will answer thee, and turn to some of the saints. | Ἐπικαλέσαι δὲ εἴ τις σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ· |
| 2 | Anger indeed killeth the foolish, and envy slayeth the little one. | Καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργὴ, πεπλανημένον δὲ θανατοῖ ζῆλος. |
| 3 | I have seen a fool with a strong root, and I cursed his beauty immediately. | Ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας, ἀλλʼ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα. |
| 4 | His children shall be far from safety, and shall be destroyed in the gate, and there shall be none to deliver them. | Πόῤῥω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. |
| 5 | Whose harvest the hungry shall eat, and the armed man shall take him by violence, and the thirsty shall drink up his riches. | Ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται· ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς. |
| 6 | Nothing upon earth is done without a voice cause, and sorrow doth not spring out of the ground. | Οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος. |
| 7 | Man is born to labour and the bird to fly. | Ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται. |
| 8 | Wherefore I will pray to the Lord, and address my speech to God: | Οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι, |
| 9 | Who doth great things and unsearchable and wonderful things without number: | τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμὸς, |
| 10 | Who giveth rain upon the face of the earth, and watereth all things with waters: | τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπʼ οὐρανὸν, |
| 11 | Who setteth up the humble on high, and comforteth with health those that mourn. | τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα, |
| 12 | Who bringeth to nought the designs of the malignant, so that their hands cannot accomplish what they had begun: | διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές· |
| 13 | Who catcheth the wise in their craftiness, and disappointeth the counsel of the wicked: | ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν. |
| 14 | They shall meet with darkness in the day, and grope at noonday as in the night. | Ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἶσα νυκτὶ, |
| 15 | But he shall save the needy from the sword of their mouth, and the poor from the hand of the violent. | ἀπόλοιντο δὲ ἐν πολέμῳ· ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου. |
| 16 | And to the needy there shall he hope, but iniquity shall draw in her mouth. | Εἴη δὲ ἀδυνάτῳ ἐλπὶς, ἀδίκου δὲ στόμα ἐμφραχθείη. |
| 17 | Blessed is the mall whom God correcteth: refuse not therefore the chastising of the lord: | Μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. |
| 18 | For he woundeth, and cureth: he striketh, and his hands shall heal. | Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. |
| 19 | In six troubles he shall deliver thee, and in the seventh, evil shall not touch thee. | Ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. |
| 20 | In famine he shall deliver thee from death: and in battle, from the hand of the sword. | Ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε. |
| 21 | Thou shalt he hidden from the scourge of the tongue: and thou shalt not fear calamity when it cometh. | Ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων. |
| 22 | In destruction and famine then shalt laugh: and thou shalt not be afraid of the beasts of the earth. | Ἀδίκων καὶ ἀνόμων καταγελάσῃ· ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς· |
| 23 | But thou shalt have a covenant with the stones of the lands, and the beasts of the earth shall be at pence with thee. | Θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι. |
| 24 | And thou shalt know that thy tabernacle is in peace, and visiting thy beauty thou shalt not sin. | Εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος· ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. |
| 25 | Thou shalt know also that thy seed shall be multiplied, and thy offspring like the grass of the earth. | Γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. |
| 26 | Thou shalt enter into the grave in abundance, as a heap of wheat is brought in its season. | Ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, ἢ ὥσπερ θιμωνία ἅλωνος καθʼ ὥραν συγκομισθεῖσα. |
| 27 | Behold, this is even so, as we have searched out: which thou having heard, consider it thoroughly in thy mind. | Ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν· ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ, εἴ τι ἔπραξας. |
