Comparison
Job 27
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Job also added, taking up his parable, and said: | Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προοιμίῳ, |
| 2 | As God liveth, who hath taken away my judgment, and the Almighty, who hath brought my soul to bitterness, | Ζῇ ὁ Θεὸς, ὃς οὕτω με κέκρικε, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχὴν, |
| 3 | As long as breath remaineth in me, and the spirit of God in my nostrils, | εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥινὶ, |
| 4 | My lips shall not speak iniquity, neither shall my tongue contrive lying. | μὴ λαλήσειν τὰ χείλη μου ὄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. |
| 5 | God forbid that I should judge you to be just: till I die I will not depart from my innocence. | Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν μου. |
| 6 | My justification, which I have begun to hold, I will not forsake: for my heart doth not reprehend me in all my life. | Δικαιοσύνῃ δὲ προσέχων οὐ μὴν προῶμαι, οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. |
| 7 | Let my enemy be as the ungodly, and my adversary as the wicked one. | Οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπʼ ἐμὲ ἐπανιστάμενοι, ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. |
| 8 | For what is the hope of the hypocrite if through covetousness he take by violence, and God deliver not his soul? | Καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἄρα σωθήσεται; |
| 9 | Will God hear his cry, when distress shall come upon him? | Ἢ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ Θεός; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης |
| 10 | Or can he delight himself in the Almighty, and call upon God at all times? | μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; |
| 11 | I will teach you by the hand of God, what the Almighty hath, and I will not conceal it. | Ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου, ἅ ἐστι παρὰ παντοκράτορι, οὐ ψεύσομαι. |
| 12 | Behold you all know it, and why do you speak vain things without cause? | Ἰδοὺ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. |
| 13 | This is the portion of a wicked man with God, and the inheritance of the violent, which they shall receive of the Almighty. | Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπʼ αὐτούς. |
| 14 | If his sons be multiplied, they shall be for the sword, and his grandsons shall not be filled with bread. | Ἐὰν δἐ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσι, προσαιτήσουσιν. |
| 15 | They that shall remain of him, shall be buried in death, and his widows shall not weep. | Οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσι, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει. |
| 16 | If he shall heap together silver as earth, and prepare raiment as clay, | Ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἶσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον, |
| 17 | He shall prepare indeed, but the just man shall be clothed with it: and the innocent shall divide the silver. | ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. |
| 18 | He hath built his house as a moth, and as a keeper he hath made a booth. | Ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες, καὶ ὥσπερ ἀράχνη. |
| 19 | The rich man when he shall sleep shall take away nothing with him: he shall open his eyes and find nothing. | Πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστι. |
| 20 | Poverty like water shall take hold on him, a tempest shall oppress him in the night. | Συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος. |
| 21 | A burning wind shall take him up, and carry him away, and as a whirlwind shall snatch him from his place. | Ἀναλήψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται, καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. |
| 22 | And he shall cast upon him, and shall not spare: out of his hand he would willingly flee. | Καὶ ἐπιῤῥίψει ἐπʼ αὐτὸν καὶ οὐ φείσεται, ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. |
| 23 | He shall clasp his hands upon him, and shall hiss at him, beholding his place. | Κροτήσει ἐπʼ αὐτοὺς χεῖρας αὐτῶν, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. |
