Comparison
Job 38
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Then the Lord answered Job out of a whirlwind, and said: | Μετὰ δὲ τὸ παύσασθαι Ἐλιοὺν τῆς λέξεως, εἶπεν ὁ Κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν, |
| 2 | Who is this that wrappeth up sentences in unskillful words? | Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχεν δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; |
| 3 | Gird up thy loins like a man: I will ask thee, and answer thou me. | Ζώσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. |
| 4 | Where wast thou when I laid up the foundations of the earth? tell me if thou hast understanding. | Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι εἰ ἐπίστῃ σύνεσιν. |
| 5 | Who hath laid the measures thereof, if thou knowest? or who hath stretched the line upon it? | Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπʼ αὐτῆς; |
| 6 | Upon what are its bases grounded? or who laid the corner stone thereof, | Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπʼ αὐτῆς; |
| 7 | When the morning stars praised me together, and all the sons of God made a joyful melody? | Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. |
| 8 | Who shut up the sea with doors, when it broke forth as issuing out of the womb: | Ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐγῆς ἐκπορευομένη· |
| 9 | When I made a cloud the garment thereof, and wrapped it in a mist as in swaddling bands? | Ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα. |
| 10 | I set my bounds around it, and made it bars and doors: | Ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας. |
| 11 | And I said: Hitherto thou shalt come, and shalt go no further, and here thou shalt break thy swelling waves. | Εἶπα δὲ αὐτῇ, μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλʼ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα. |
| 12 | Didst thou since thy birth command the morning, and shew the dawning of the day its place? | Ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν; Ἑωσφόρος δὲ ἶδε τὴν ἑαυτοῦ τάξιν, |
| 13 | And didst thou hold the extremities of the earth shaking them, and hast thou shaken the ungodly out of it? | ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς; |
| 14 | The seal shall be restored as clay, and shall stand as a garment: | Ἢ σὺ λαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς; |
| 15 | From the wicked their light shall be taken away, and the high arm shall be broken. | Ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; |
| 16 | Hast thou entered into the depths of the sea, and walked in the lowest parts of the deep? | Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; |
| 17 | Have the gates of death been opened to thee, and hast thou seen the darksome doors? | Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; |
| 18 | Hast thou considered the breadth of the earth? tell me, if thou knowest all things? | Νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπʼ οὐρανόν; ἀνάγγειλον δή μοι, πόση τίς ἐστι; |
| 19 | Where is the way where light dwelleth, and where is the place of darkness: | Ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος ὁ τόπος; |
| 20 | That thou mayst bring every thing to its own bounds, and understand the paths of the house thereof. | Εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν, εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν· |
| 21 | Didst thou know then that thou shouldst be born? and didst thou know the number of thy days? | Οἶδα ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς; |
| 22 | Hast thou entered into the storehouses of the snow, or has thou beheld the treasures of the hail: | Ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; |
| 23 | Which I have prepared for the time of the enemy, against the day of battle and war? | Ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμων καὶ μάχης; |
| 24 | By what way is the light spread, and heat divided upon the earth? | Πόθεν δὲ ἐκπορεύεται πάχνη, ἢ διασκεδάννυται Νότος εἰς τὴν ὑπʼ οὐρανόν; |
| 25 | Who gave a course to violent showers, or a way for noisy thunder: | Τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν, |
| 26 | That it should rain on the earth without man in the wilderness, where no mortal dwelleth: | τοῦ ὑετίσαι ἐπὶ γῆν οὗ οὐκ ἀνήρ, ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ, |
| 27 | That it should fill the desert and desolate land, and should bring forth green grass? | τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον, καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης; |
| 28 | Who is the father of rain? or who begot the drops of dew? | Τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου; |
| 29 | Out of whose womb came the ice; and the frost from heaven who hath gendered it? | Ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, |
| 30 | The waters are hardened like a stone, and the surface of the deep is congealed. | ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; πρόσωπον ἀσεβοῦς τίς ἔπτηξε; |
| 31 | Shalt thou be able to join together the shining stars the Pleiades, or canst thou stop the turning about of Arcturus? | Συνῆκας δὲ δεσμὸν Πλειάδος, καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας; |
| 32 | Canst thou bring forth the day star in its time, and make the evening star to rise upon the children of the earth? | Ἢ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ, καὶ ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά; |
| 33 | Dost thou know the order of heaven, and canst thou set down the reason thereof on the earth? | Ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ, ἢ τὰ ὑπʼ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα; |
| 34 | Canst thou lift up thy voice to the clouds, that an abundance of waters may cover thee? | καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσεταί σου; |
| 35 | Canst thou send lightnings, and will they go, and will they return and say to thee: Here we are? | Ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι, τί ἐστι; |
| 36 | Who hath put wisdom in the heart of man? or who gave the cock understanding? | Τίς δὲ ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, ἢ ποικιλτικὴν ἐπιστήμην; |
| 37 | Who can declare the order of the heavens, or who can make the harmony of heaven to sleep? | Τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινε; |
| 38 | When was the dust poured on the earth, and the clods fastened together? | Κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον. |
| 39 | Wilt thou take the prey for the lioness, and satisfy the appetite of her whelps, | Θηρεύσεις δὲ λέουσι βορὰν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; |
| 40 | When they couch in the dens and lie in wait in holes? | Δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. |
| 41 | Who provideth food for the raven, when her young ones cry to God, wandering about, because they have no meat? | Τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζητοῦντες. |
