Comparison
Job 13
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Behold my eye hath seen all these things, and my ear hath heard them, and I have understood them all. | Ἰδοὺ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς, καὶ ἀκήκοέ μου τὸ οὖς. |
| 2 | According to your knowledge I also know: neither am I inferior to you. | Καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. |
| 3 | But yet I will speak to the Almighty, and I desire to reason with God. | Οὐ μὴν δὲ ἀλλʼ ἐγὼ πρὸς Κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται. |
| 4 | Having first shewn that you are forgers of lies, and maintainers of perverse opinions. | Ὑμεῖς δὲ ἐστὲ ἰατροὶ ἄδικοι, καὶ ἰαταὶ κακῶν πάντες. |
| 5 | And I wish you would hold your peace, that you might be thought to be wise men. | Εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν σοφία. |
| 6 | Hear ye therefore my reproof, and attend to the judgment of my lips. | Ἀκούσατε δὲ ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. |
| 7 | Hath God any need of your lie, that you should speak deceitfully for him? | Πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον; |
| 8 | Do you accept his person, and do you endeavour to judge for God? | Ἢ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε. |
| 9 | Or shall it please him, from whom nothing can be concealed? or shall he be deceived as a man, with your deceitful dealings? | Καλὸν γὰρ ἐὰν ἐξιχνιάσῃ ὑμᾶς, εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, |
| 10 | He shall reprove you, because in secret you accept his person. | οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε, |
| 11 | As soon as he shall move himself, he shall trouble you: and his dread shall fall upon you. | πότερον οὐχ ἡ δῖνα αὐτοῦ στροβήσει ὑμᾶς; ὁ φόβος δὲ παρʼ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν, |
| 12 | Your remembrance shall be compared to ashes, and your necks shall be brought to clay. | ἀποβήσεται δὲ ὑμῶν τὸ γαυρίαμα ἶσα σποδῷ, τὸ δὲ σῶμα πήλινον. |
| 13 | Hold your peace a little while, that I may speak whatsoever my mind shall suggest to me. | Κωφεύσατε ἵνα λαλήσω, καὶ ἀναπαύσωμαι θυμοῦ, |
| 14 | Why do I tear my flesh with my teeth, and carry my soul in my hands? | ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι, ψυχὴν δέ μου θήσω ἐν χειρί. |
| 15 | Although he should bill me, I will trust in him: but yet I will reprove my ways in his sight. | Ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ· |
| 16 | And he shall be my saviour: for no hypocrite shall come before his presence. | Καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. |
| 17 | Hear ye my speech, and receive with Sour ears hidden truths. | Ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου, ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. |
| 18 | If I shall be judged, I know that I shall be found just. | Ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι. |
| 19 | Who is he that will plead against me? let him come: why am I consumed holding my peace? | Τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; |
| 20 | Two things only do not to me, and then from thy face I shall not be hid: | Δυεῖν δέ μοι χρήσῃ, τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι. |
| 21 | Withdraw thy hand far from me, and let not thy dread terrify me. | Τὴν χεῖρα ἀπʼ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. |
| 22 | Call me, and I will answer thee: or else I will speak, and do thou answer me. | Εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι, ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν· |
| 23 | How many are my iniquities and sins? make me know my crimes and offences. | Πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσί. |
| 24 | Why hidest thou thy face, and thinkest me thy enemy? | Διατί ἀπʼ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι; |
| 25 | Against a leaf, that is carried away with the wind, thou shewest thy power, and thou pursuest a dry straw. | Ἢ ὡς φῦλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ, ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι; |
| 26 | For thou writest bitter things against me, and wilt consume me for the sins of my youth. | Ὅτι κατέγραψας κατʼ ἐμοῦ κακὰ, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας. |
| 27 | Thou hast put my feet in the stocks, and hast observed all my paths, and hast considered the steps of my feet: | Ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου. |
| 28 | Who am to be consumed as rottenness, and as a garment that is moth-eaten. | Ὃ παλαιοῦται ἶσα ἀσκῷ, ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. |
