Comparison
Job 29
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Job also added, taking up his parable, and said: | Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ, |
| 2 | Who will grant me, that I might be according to the months past, according to the days in which God kept me? | Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν; |
| 3 | When his lamp shined over my head, and I walked by his light in darkness? | Ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει· |
| 4 | As I was in the days of my youth, when God was secretly in my tabernacle? | Ὅτε ἤμην ἐπιβρίθων ὁδοὺς, ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου· |
| 5 | When the Almighty was with me: and my servants round about me? | Ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες· |
| 6 | When I washed my feet with butter, and the rock poured me out rivers of oil? | Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι· |
| 7 | When I went out to the gate of the city, and in the street they prepared me a chair? | Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. |
| 8 | The young men saw me, and hid themselves: and the old men rose up and stood. | Ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν. |
| 9 | The princes ceased to speak, and laid the finger on their mouth. | Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. |
| 10 | The rulers held their peace, and their tongue cleaved to their throat. | Οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη. |
| 11 | The ear that heard me blessed me, and the eye that saw me gave witness to me: | Ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινε. |
| 12 | Because I had delivered the poor man that cried out; and the fatherless that had no helper. | Διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα. |
| 13 | The blessing of him that was ready to perish came upon me, and I comforted the heart of the widow. | Εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησε· |
| 14 | I was clad with justice: and I clothed myself with my judgment, as with a robe and a diadem. | Δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἶσα διπλοΐδι. |
| 15 | I was an eye to the blind, and a foot to the lame. | Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. |
| 16 | I was the father of the poor: and the cause which I knew not, I searched out most diligently. | Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα. |
| 17 | I broke the jaws of the wicked man, and out of his teeth I took away the prey. | Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. |
| 18 | And I said: I shall die in my nest, and as a palm tree shall multiply my days. | Εἶπα δὲ, ἡ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω. |
| 19 | My root is opened beside the waters, and dew shall continue in my harvest. | Ἡ ῥίζα διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου. |
| 20 | My glory shall always be renewed, and my bow in my hand shall be repaired. | Ἡ δόξα μου κενὴ μετʼ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται. |
| 21 | They that heard me, waited for my sentence, and being attentive held their peace at my counsel. | Ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ. |
| 22 | To my words they durst add nothing, and my speech dropped upon them. | Ἐπὶ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν. |
| 23 | They waited for me as for rain, and they opened their mouth as for a latter shower. | Ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. |
| 24 | If at any time I laughed on them, they believed not, and the light of my countenance fell not on earth. | Ἐὰν γελάσω πρὸς αὐτοὺς, οὐ μὴ πιστεύσωσι, καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν. |
| 25 | If I had a mind to go to them, I sat first, and when I sat as a king, with his army standing about him, yet I was a comforter of them that mourned. | Ἐξελεξάμην ὁδὸν αὐτῶν, καὶ ἐκάθισα ἄρχων, καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, ὃν τρόπον παθεινοὺς παρακαλῶν. |
