Comparison
Job 10
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | My soul is weary of my life, I will let go my speech against myself, I will speak in the bitterness of my soul. | Καμνὼν τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπʼ αὐτὸν τὰ ῥήματα μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος, |
| 2 | I will say to God: Do not condemn me: tell me why thou judgest me so. | καὶ ἐρῶ πρὸς Κύριον, μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας; |
| 3 | Doth it seem good to thee that thou shouldst calumniate me, and oppress me, the work of thy own hands, and help the counsel of the wicked? | Ἢ καλόν σοι ἐὰν ἀδικήσω; ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες. |
| 4 | Hast thou eyes of flesh: or, shalt thou see as man seeth? | Ἢ ὥσπερ βροτὸς ὁρᾷ, καθορᾷς; ἢ καθὼς ὁρᾷ ἄνθρωπος, βλέψῃ; |
| 5 | Are thy days as the days of man, and are thy years as the times of men: | Ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρὸς, |
| 6 | That thou shouldst inquire after my iniquity, and search after my sin? | ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου, καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας; |
| 7 | And shouldst know that I have done no wicked thing, whereas there is no man that can deliver out of thy hand. | Οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; |
| 8 | Thy hands have made me, and fashioned me wholly round about, and dost thou thus cast me down headlong on a sudden? | Αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας. |
| 9 | Remember, I beseech thee, that thou hast made me as the clay, and thou wilt bring me into dust again. | Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. |
| 10 | Hast thou not milked me as milk, and curdled me like cheese? | Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἶσα τυρῷ; |
| 11 | Thou hast clothed me with skin and flesh: thou hast put me together with bones and sinews: | Δέρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας. |
| 12 | Thou hast granted me life and mercy, and thy visitation hath preserved my spirit. | Ζωὴν δὲ καὶ ἔλεος ἔθου παρʼ ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφυλαξέ μου τὸ πνεῦμα. |
| 13 | Although thou conceal these things in thy heart, yet I know that thou rememberest all things. | Ταῦτα ἔχων ἐν σεαυτῷ, οἶδα ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐθέν. |
| 14 | If I have sinned and thou hast spared me for an hour: why dost thou not suffer me to be clean from my iniquity? | Ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν με πεποίηκας. |
| 15 | And if I be wicked, woe unto me: and if just, I shall not lift up my head, being filled with affliction and misery. | Ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐὰν δὲ ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί. |
| 16 | And for pride thou wilt take me as a lioness, and returning thou tormentest me wonderfully. | Ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν· πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις, |
| 17 | Thou renewest thy witnesses against me, and multipliest thy wrath upon me, and pains war against me. | ἐπανακαινίζων ἐπʼ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπʼ ἐμὲ πειρατήρια. |
| 18 | Why didst thou bring me forth out of the womb: O that I had been consumed that eye might not see me! | Ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδε, |
| 19 | I should have been as if I had not been, carried from the womb to the grave. | καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; |
| 20 | Shall not the fewness of my days be ended shortly? suffer me, therefore, that I may lament my sorrow a little: | Ἢ οὐκ ὀλίγος ἐστὶν ὁ βίος τοῦ χρόνου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν, |
| 21 | Before I go, and return no more, to a land that is dark and covered with the mist of death: | πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφερὰν, |
| 22 | A land of misery and darkness, where the shadow of death, and no order, but everlasting horror dwelleth. | εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτῶν. |
