Comparison
Job 19
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Then Job answered, and said: | Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει, |
| 2 | How long do you afflict my soul, and break me in pieces with words? | Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου, καὶ καθαιρεῖτέ με λόγοις; γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως. |
| 3 | Behold, these ten times you confound me, and are not ashamed to oppress me. | Καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι. |
| 4 | For if I have been ignorant, my ignorance shall be with me. | Ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην, παρʼ ἐμοὶ δὲ αὐλίζεται πλάνος· λαλῆσαι ῥῆματα ἃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. |
| 5 | But you have set yourselves up against me, and reprove me with my reproaches. | Ἔα δὲ, ὅτι ἐπʼ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. |
| 6 | At least now understand, that God hath not afflicted me with an equal judgment, and compassed me with his scourges. | Γνῶτε οὖν ὅτι Κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπʼ ἐμὲ ὕψωσεν. |
| 7 | Behold I cry suffering violence, and no one will hear: I shall cry aloud, and there is none to judge. | Ἰδοὺ γελῶ ὀνείδει, οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. |
| 8 | He hath hedged in my path round about, and I cannot pass, and in my way he hath set darkness. | Κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ· ἐπὶ πρόσωπόν μου σκότος ἔθετο. |
| 9 | He hath stripped me of my glory, and hath taken the crown from my head. | Τὴν δὲ δόξαν ἀπʼ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου. |
| 10 | He hath destroyed me on every side, and I am lost, and he hath taken away my hope, as from a tree that is plucked up. | Διέσπασέ με κύκλῳ καὶ ᾠχόμην, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. |
| 11 | His wrath is kindled against me, and he hath counted me as his enemy. | Δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. |
| 12 | His troops have come together, and have made themselves a way by me, and have besieged my tabernacle round about. | Ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπʼ ἐμοὶ, ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐγκάθετοι. |
| 13 | He hath put my brethren far from me, and my acquaintance like strangers have departed from me. | Ἀπʼ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν· |
| 14 | My kinsmen have forsaken me, and they that knew me, have forgotten me. | Οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου. |
| 15 | They that dwelt in my house, and my maidservants have counted me a stranger, and I have been like an alien in their eyes. | Γείτονες οἰκίας, θεράπαιναί τε μοῦ, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν. |
| 16 | I called my servant, and he gave me no answer, I entreated him with my own mouth. | Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· στόμα δέ μου ἐδέετο. |
| 17 | My wife hath abhorred my breath, and I entreated the children of my womb. | Καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ καλακευων υἱοὺς παλλακίδων μου· |
| 18 | Even fools despise me; and when I gone from them, they spoke against me. | Οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο, ὅταν ἀναστῶ, κατʼ ἐμοῦ λαλοῦσιν. |
| 19 | They that were sometime my counsellors, have abhorred me: and he whom I love most is turned against me. | Ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι. |
| 20 | The flesh being consumed. My bone hath cleaved to my skin, and nothing but lips are left about my teeth. | Ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται. |
| 21 | Have pity on me, have pity on me, at least you my friends, because the hand of the Lord hath touched me. | Ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μου ἐστί. |
| 22 | Why do you persecute me as God, and glut yourselves with my flesh? | Διατί με διώκετε ὥσπερ καὶ ὁ Κύριος; ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε; |
| 23 | Who will grant me that my words may be written? Who will grant me that they may be marked down in a book? | Τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα, |
| 24 | With an iron pen and in a plate of lead, or else be graven with an instrument in flint stone. | ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ, ἢ ἐν πέτραις ἐγγλυφῆναι; |
| 25 | For I know that my Redeemer liveth, and in the last day I shall rise out of the earth. | Οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων, |
| 26 | And I shall be clothed again with my skin, and in my flesh I will see my God. | ἐπὶ γῆς ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα· παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη, |
| 27 | Whom I myself shall see, and my eyes shall behold, and not another: this my hope is laid up in my bosom. | ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑώρακε, καὶ οὐκ ἄλλος, πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ. |
| 28 | Why then do you say now: Let us persecute him, and let us find occasion of word against him? | Εἰ δὲ καὶ ἐρεῖτε, τί ἐροῦμεν ἔναντι αὐτοῦ, καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ; |
| 29 | Flee then from the face of the sword, for the sword is the revenger of iniquities: and know ye that there is judgment. | Εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος, θυμὸς γὰρ ἐπʼ ἀνόμους ἐπελεύσεται· καὶ τότε γνώσονται, ποῦ ἐστιν αὐτῶν ἡ ὕλη |
