Comparison
Job 6
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | But Job answered, and said: | Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει, |
| 2 | O that my sins, whereby I have deserved wrath, and the calamity that I suffer, were weighed in a balance. | Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν, |
| 3 | As the sand of the sea this would appear heavier: therefore my words are full of sorrow: | καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλʼ ὡς ἔοικε τὰ ῥήματά μου ἐστὶ φαῦλα. |
| 4 | For the arrows of the Lord are in me, the rage whereof drinketh up my spirit, and the terrors of the Lord war against me. | Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μου ἐστὶν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. |
| 5 | Will the wild ass bray when he hath grass? or will the ox low when he standeth before a full manger? | Τί γάρ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλʼ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα; |
| 6 | Or can an unsavoury thing be eaten, that is not seasoned with salt? or can a man taste that which when tasted bringeth death? | Εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; |
| 7 | The things which before my soul would not touch, now, through anguish are my meats. | Οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. |
| 8 | Who will grant that my request may come: and that God may give me what I look for? | Εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δώῃ ὁ Κύριος. |
| 9 | And that he that hath begun may destroy me, that he may let loose his hand, and cut me off? | Ἀρξάμενος ὁ Κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω. |
| 10 | And that this may be my comfort, that afflicting me with sorrow, he spare not, nor I contradict the words of the Holy One. | Εἴη δέ μου πόλις τάφος, ἐφʼ ἧς ἐπὶ τειχέων ἡλλόμην, ἐπʼ αὐτῆς οὐ φείσομαι· οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια Θεοῦ μου. |
| 11 | For what is my strength, that I can hold out? or what is my end that I should keep patience? | Τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; |
| 12 | My strength is not the strength of stones, nor is my flesh of brass. | Μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μου εἰσὶ χάλκεαι; |
| 13 | Behold there is no help for me in myself, and my familiar friends also are departed from me. | Ἢ οὐκ ἐπʼ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπʼ ἐμοῦ ἄπεστιν. |
| 14 | He that taketh away mercy from his friend, forsaketh the fear of the Lord. | Ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέ με. |
| 15 | My brethren have passed by me, as the torrent that passeth swiftly in the valleys. | Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου, ὥσπερ χειμάῤῥους ἐκλείπων, ἢ ὥσπερ κῦμα παρῆλθόν με |
| 16 | They that fear the hoary frost, the snow shall fall upon them. | Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· |
| 17 | At the time when they shall be scattered they shall perish: and after it groweth hot they shall be melted out of their place. | Καθὼς τακεῖσα θέρμης γενομένης, οὐκ ἐπεγνώσθη ὅπερ ἦν, |
| 18 | The paths of their steps are entangled: they shall walk in vain, and shall perish. | οὕτω κᾀγὼ κατελείφηθν ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην. |
| 19 | Consider the paths of Thema, the ways of Saba, and wait a little while. | Ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς, Σαβῶν οἱ διορῶντες. |
| 20 | They are confounded, because I have hoped: they are come also even unto me, and are covered with shame. | Καὶ αἰσχύνην ὀφειλήσουσιν, οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. |
| 21 | Now you are come: and now seeing my affliction you are afraid. | Ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. |
| 22 | Did I say: Bring to me, and give me of your substance? | Τί γάρ; μήτι ὑμᾶς ἢτησα, ἢ τῆς παρʼ ὑμῶν ἰσχύος ἐπιδέομαι, |
| 23 | Or deliver me from the hand of the enemy, and rescue me out of the hand of the mighty? | ὥστε σῶσαί με ἑξ ἐχθρῶν, ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με; |
| 24 | Teach me, and I will hold my peace: and if I have been ignorant in any thing, instruct me. | Διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι. |
| 25 | Why have you detracted the words of truth, whereas there is none of you that can reprove me? | Ἀλλʼ ὡς ἔοικε φαῦλα ἀληθινοῦ ῥήματα, οὐ γὰρ παρʼ ὑμῶν ἰσχὺν αἰτοῦμαι. |
| 26 | You dress up speeches only to rebuke, and you utter words to the wind. | Οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. |
| 27 | You rush in upon the fatherless, and you endeavour to overthrow your friend. | Πλὴν ὅτι ἐπʼ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. |
| 28 | However finish what you have begun, give ear, and see whether I lie. | Νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν, οὐ ψεύσομαι. |
| 29 | Answer, I beseech you, without contention: and speaking that which is just, judge ye. | Καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. |
| 30 | And you shall not And iniquity in my tongue, neither shall folly sound in my mouth. | Οὐ γάρ ἐστιν ἐν γλώσσῃ μουἄδικον, ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ. |
