Comparison
Job 33
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Hear therefore, O Job, my speeches, and hearken to all my words. | Οὐ μὴν δὲ ἀλλὰ ἄκουσου Ἰὼβ τὰ ῥήματά μου, καὶ λαλιὰν ἐνωτίζου μου. |
| 2 | Behold now I have opened my mouth, let my tongue speak within my jaws. | γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου. |
| 3 | My words are from my upright heart, and my lips shall speak a pure sentence. | Καθαρά μου ἡ καρδία ῥήμασι, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. |
| 4 | The spirit of God made me, and the breath of the Almighty gave me life. | Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με. |
| 5 | If thou canst, answer me, and stand up against my face. | Ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν, πρὸς ταῦτα ὑπόμεινον, στῆθι κατʼ ἐμὲ, καὶ ἐγὼ κατὰ σέ. |
| 6 | Behold God hath made me as well as thee, and of the same clay I also was formed. | Ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγὼ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα. |
| 7 | But yet let not my wonder terrify thee, and let not my eloquence be burdensome to thee. | Οὐχ ὁ φόβος μου σὲ στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί. |
| 8 | Now thou has said in my hearing, and I have heard the voice of thy words: | Πλὴν εἶπας ἐν ὠσί μου· φωνὴν ῥημάτων σου ἀκήκοα· |
| 9 | I am clean, and without sin: I am unspotted, and there is no iniquity in me. | διότι λέγεις, καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα· |
| 10 | Because he hath found complaints against me, therefore he hath counted me for his enemy. | Μέμψιν δὲ κατʼ ἐμοῦ εὗρεν· ἥγηται δέ με ὥσπερ ὑπεναντίον. |
| 11 | He hath put my feet in the stocks, he hath observed all my paths. | Ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου, ἐφύλαξε δέ μου πάσας τὰς ὁδούς. |
| 12 | Now this is the thing in which thou art not justified: I will answer thee, that God is greater than man. | Πῶς γὰρ λέγεις, δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. |
| 13 | Dost thou strive against him, because he hath not answered thee to all words? | Λέγεις δέ, διατί τῆς δίκης μου οὐκ ἐπακήκοέ μου πᾶν ῥῆμα; |
| 14 | God speaketh once, and repeateth not the selfsame thing the second time. | Ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ Κύριος, ἐν δὲ τῷ δευτέρῳ. |
| 15 | By a dream in a vision by night, when deep sleep falleth upon men, and they are sleeping in their beds: | ἐνύπνιον ἢ ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπʼ ἀνθρώπους, ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης· |
| 16 | Then he openeth the ears of men, and teaching instructeth them in what they are to learn. | Τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἐν εἴδεσι φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν. |
| 17 | That he may withdraw a man from the things he is doing, and may deliver him from pride. | Ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐῤῥύσατο. |
| 18 | Rescuing his soul from corruption: and his life from passing to the sword. | Ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου, καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. |
| 19 | He rebuketh also by sorrow in the bed, and he maketh all his bones to wither. | Πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐπὶ μαλακίᾳ ἐπὶ κοίτης, καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησε. |
| 20 | Bread becometh abominable to him in his life, and to his soul the meat which before he desired. | Πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι, καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει· |
| 21 | His flesh shall be consumed away, and his bones that were covered shall be made bare. | ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες, καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κένα. |
| 22 | His soul hath drawn near to corruption, and his life to the destroyers. | Ἤγγισε δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ἡ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδῃ· |
| 23 | If there shall be an angel speaking for him, one among thousands, to declare man’s uprightness, | Ἐὰν ὦσι χιλιοι αγγελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν· ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς Κύριον, ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ, |
| 24 | He shall have mercy on him, and shall say: Deliver him, that he may not go down to corruption: I have found wherein I may be merciful to him. | ἀνθέξεται τοῦ μὴ πεσεῖν εἰς θάνατον· ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ· |
| 25 | His flesh is consumed with punishment, let him return to the days of his youth. | Ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις. |
| 26 | He shall pray to God, and he will be gracious to him: and he shall see his face with joy, and he will render to man his justice. | Εὐξάμενος δὲ πρὸς Κύριον καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσεται προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ· ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην. |
| 27 | He shall look upon men, and shall say: I have sinned, and indeed I have offended, and I have not received what I have deserved. | Εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ, λέγων, οἷα συνετέλουν; καὶ οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον. |
| 28 | He hath delivered his soul from going into destruction, that it may live and see the light. | Σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθορὰν, καὶ ἡ ζωή μου φῶς ὄψεται. |
| 29 | Behold, all these things God worketh three times within every one. | Ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός. |
| 30 | That he may withdraw their souls from corruption, and enlighten them with the light of the living. | Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν. |
| 31 | Attend, Job, and hearken to me: and hold thy peace, whilst I speak. | Ἐνωτίζου Ἰὼβ καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω. |
| 32 | But if thou hast any thing to say, answer me, speak: for I would have thee to appear just. | Εἰ εἰσί σοι λόγοι, ἀποκρίθητί μοι· λάλησον, θέλω γὰρ δικαιωθῆναί σε. |
| 33 | And if thou have not, hear me: hold thy peace, and I will teach thee wisdom. | Εἰ μὴ, σὺ ἄκουσόν μου, κώφευσον καὶ διδάξω σε. |
