Comparison
Job 31
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | I made a covenant with my eyes, that I would not so much as think upon a virgin. | Διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον. |
| 2 | For what part should God from above have in me, and what inheritance the Almighty from on high? | Καὶ τί ἐμέρισεν ὁ Θεὸς ἄνωθεν, καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων; |
| 3 | Is not destruction to the wicked, and aversion to them that work iniquity? | Οὐαί, ἀπώλεια τῷ ἀδίκῳ, καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν. |
| 4 | Doth not he consider my ways, and number all my steps? | Οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται; |
| 5 | If I have walked in vanity, and my foot hath made haste to deceit: | Εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον· |
| 6 | Let him weigh me in a just balance, and let God know my simplicity. | Ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου· |
| 7 | If my step hath turned out of the way, and if my heart hath followed my eyes, and if a spot hath cleaved to my hands: | Εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, |
| 8 | Then let me sow and let another eat: and let my offspring be rooted out. | σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄῤῥιζος δὲ γενοίμην ἐπὶ γῆς. |
| 9 | If my heart hath been deceived upon a woman, and if I have laid wait at my friend’s door: | Εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, |
| 10 | Let my wife be the harlot of another, and let other men lie with her. | ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη. |
| 11 | For this is a heinous crime, and a most grievous iniquity. | Θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. |
| 12 | It is a fire that devoureth even to destruction, and rooteth up all things that spring. | Πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗδʼ ἂν ἐπέλθῃ ἐκ ῥιζῶν ἀπώλεσεν. |
| 13 | If I have despised to abide judgment with my manservant, or my maidservant, when they had any controversy against me: | Εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς μὲ, |
| 14 | For what shall I do when God shall rise to judge? and when he shall examine, what shall I answer him? | τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ Κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν τινα, ἀπόκρισιν ποιήσομαι; |
| 15 | Did not he that made me in the womb make him also: and did not one and the same form me in the womb? | Πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρὶ, καὶ ἐκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. |
| 16 | If I have denied to the poor what they desired, and have made the eyes of the widow wait: | Ἀδύνατοι δὲ χρείαν ἥν ποτε εἶχον οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα· |
| 17 | If I have eaten my morsel alone, and the fatherless hath not eaten thereof: | Εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μετέδωκα· |
| 18 | (For from my infancy mercy grew up with me: and it came out with me from my mother’s womb:) | Ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ, καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα· |
| 19 | If I have despised him that was perishing for want of clothing, and the poor man that had no covering: | Εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα αὐτόν· |
| 20 | If his sides have not blessed me, and if he were not warmed with the fleece of my sheep: | Ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μοῦ ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν· |
| 21 | If I have lifted up my hand against the fatherless, even when I saw myself superior in the gate: | Εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν· |
| 22 | Let my shoulder fall from its joint, and let my arm with its bones be broken. | Ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη. |
| 23 | For I have always feared God as waves swelling over me, and his weight I was not able to bear. | Φόβος γὰρ Κυρίου συνέσχε με, ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. |
| 24 | If I have thought gold my strength, and have said to fine gold: My confidence: | Εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, |
| 25 | If I have rejoiced over my great riches, and because my hand had gotten much. | εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μου γενομένου, εἰ δὲ καὶ ἐπʼ ἀναριθμήτοις ἐθέμην χεῖρά μου· |
| 26 | If I beheld the sun when it shined, and the moon going in brightness: | Ἢ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιθαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπʼ αὐτοῖς ἐστί· |
| 27 | And my heart in secret hath rejoiced, and I have kissed my hand with my mouth: | Καὶ εἰ ἠπατήθη λάθρα ἡ καρδία μου, εἰ δὲ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα. |
| 28 | Which is a very great iniquity, and a denial against the most high God. | Καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ ὑψίστου. |
| 29 | If I have been glad at the downfall of him that hated me, and have rejoiced that evil had found him. | Εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου, καὶ εἶπεν ἡ καρδία μου, εὖγε. |
| 30 | For I have not given my mouth to sin, by wishing a curse to his soul. | Ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος. |
| 31 | If the men of my tabernacle have not said: Who will give us of his flesh that we may be filled? | Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου, τίς ἄν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος· |
| 32 | The stranger did not stay without, my door was open to the traveller. | Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο· |
| 33 | If as a man I have hid my sin, and have concealed my iniquity in my bosom. | Εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου· |
| 34 | If I have been afraid at a very great multitude, and the contempt of kinsmen hath terrified me: and I have not rather held my peace, and not gone out of the door. | Οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν· εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ· |
| 35 | Who would grant me a hearer, that the Almighty may hear my desire; and that he himself that judgeth would write a book, | Τίς δῴη ἀκούοντά μου; χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν· συγγραφὴν δὲ ἣν εἶχον κατά τινος, |
| 36 | That I may carry it on my shoulder, and put it about me as a crown? | ἐπʼ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον, |
| 37 | At every step of mine I would pronounce it, and offer it as to a prince. | καὶ εἰ μὴ ῥῆξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν παρὰ χρεωφειλέτου· |
| 38 | If my land cry against me, and with it the furrows thereof mourn: | Εἰ ἐπʼ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν· |
| 39 | If I have eaten the fruits thereof without money, and have afflicted the soul of the tillers thereof: | Εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκλαβὼν ἐλύπησα· |
| 40 | Let thistles grow up to me instead of wheat, and thorns instead of barley. | Ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν. |
