Skip to content
FIDES VIVA
Comparison

Proverbs 9

Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.

Proverbs 9: Douay-Rheims and Septuagint (Sixtine edition, 1587)
Douay-RheimsSeptuagint (Sixtine edition, 1587)
1Wisdom hath built herself a house, she hath hewn her out seven pillars.Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά.
2She hath slain her victims, mingled her wine, and set forth her table.Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν.
3She hath sent her maids to invite to the tower, and to the walls of the city:Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα,
4Whosoever is a little one, let him come to me. And to the unwise she said:Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς μέ· καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν,
5Come, eat my bread, and drink the wine which I have mingled for you.ἔλθατε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν.
6Forsake childishness, and live, and walk by the ways of prudence.Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε· καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν.
7He that teacheth a scorner, doth an injury to himself: and he that rebuketh a wicked man, getteth himself a blot.Ὁ παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.
8Rebuke not a scorner lest he hate thee. Rebuke a wise man, and he will love thee.Μὴ ἔλεγχε κακοὺς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφὸν, καὶ ἀγαπήσει σε.
9Give an occasion to a wise man, and wisdom shall be added to him. Teach a just man, and he shall make haste to receive it.Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.
10The fear of the Lord is the beginning of wisdom: and the knowledge of the holy is prudence.Ἀρχὴ σοφίας φόβος Κυρίου, καὶ βουλὴ ἁγίων σύνεσις· τὸ γὰρ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς.
11For by me shall thy days be multiplied, and years of life shall be added to thee.Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.
12If thou be wise, thou shalt be so to thyself: and if a scorner, thou alone shalt bear the evil.Υἱὲ ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά· ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους, ὁ δʼ αὐτὸς διώξεται ὄρνεα πετόμενα· ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται· διαπορεύεται δὲ διʼ ἀνύδρου ἐρήμου, καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν.
13A foolish woman and clamorous, and full of allurements, and knowing nothing at all,Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην.
14Sat at the door of her house, upon a seat, in a high place of the city,Ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις,
15To call them that pass by the way, and go on their journey:προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν·
16He that is a little one, let him turn to me. And to the fool she said:Ὅς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρὸς μέ· καὶ τοῖς ἐνδεέσι φρονήσεως παρακελεύομαι, λέγουσα,
17Stolen waters are sweeter, and hid den bread is more pleasant.ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ.
18And he did not know that giants are there, and that her guests are in the depths of hell.Ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρʼ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ· ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ, μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτὴν, οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον· ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς ἵνα πολὺν ζησῃς χρόνον, προστεθῇ δέ σοι ἔτη ζωῆς.

The Gospel and the saint of the day, every morning in your inbox

Begin each day close to Christ and his saints: the Gospel of the Mass and a life that inspires. Free; unsubscribe whenever you wish.

We’ll send an e-mail to confirm. Now and then, a notice from Fides Viva too. Unsubscribe with one click. Privacy

Thursday, October 29 · Gospel

Jesus laments over Jerusalem, which kills the prophets

The same day, there came some of the Pharisees, saying to him: Depart, and get thee hence, for Herod hath a mind to kill thee. And he said to them: Go and tell that fox, Behold, I cast out devils, and do cures today and…