Comparison
Proverbs 15
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A mild answer breaketh wrath: but a harsh word stirreth up fury. | Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμὸν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. |
| 2 | The tongue of the wise adorneth knowledge: but the mouth of fools bubbleth out folly. | Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά. |
| 3 | The eyes of the Lord in every place behold the good and the evil. | Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. |
| 4 | A peaceable tongue is a tree of life: but that which is immoderate, shall crush the spirit. | Ἴασις γλώσσης δένδρον ζωῆς, ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος. |
| 5 | A fool laugheth at the instruction of his father: but he that regardeth reproofs shall become prudent. In abundant justice there is the greatest strength: but the devices of the wicked shall be rooted out. | Ἄφρων μυκτηρίζει παιδείαν πατρὸς, ὁ δὲ φυλάσσων ἐντολὰς, πανουργότερος· ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλὴ, οἱ δὲ ἀσεβεῖς ὁλόῤῥιζοι ἐκ γῆς ἀπολοῦνται. |
| 6 | The house of the just is very much strength: and in the fruits of the wicked is trouble. | Οἴκοις δικαίων ἰσχὺς πολλή, καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται. |
| 7 | The lips of the wise shall disperse knowledge: the heart of fools shall be unlike. | Χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς. |
| 8 | The victims of the wicked are abominable to the Lord: the vows of the just are acceptable. | Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ. |
| 9 | The way of the wicked is an abomination to the Lord: he that followeth justice is beloved by him. | Βδέλυγμα Κυρίῳ ὁδοὶ ἀσεβοῦς, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ. |
| 10 | Instruction is grievous to him that forsaketh the way of life: he that hateth reproof shall die. | Παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς. |
| 11 | Hell and destruction are before the Lord: how much more the hearts of the children of men? | Ἅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ· πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; |
| 12 | A corrupt man loveth not one that reproveth him: nor will he go to the wise. | Οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει. |
| 13 | A glad heart maketh a cheerful countenance: but by grief of mind the spirit is cast down. | Καρδίας εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. |
| 14 | The heart of the wise seeketh instruction: and the mouth of fools feedeth on foolishness. | Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. |
| 15 | All the days of the poor are evil: a secure mind is like a continual feast. | Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακὰ, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός. |
| 16 | Better is a little with the fear of the Lord, than great treasures without content, | Κρεῖσσον μικρὰ μερὶς μετὰ φόβου Κυρίου, ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας. |
| 17 | It is better to be invited to herbs with love, than to a fatted calf with hatred. | Κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ παράθεσις μόσχων μετὰ ἔχθρας. |
| 18 | A passionate man stirreth up strifes: he that is patient appeaseth those that are stirred up. | Ἀνὴρ θυμώδης παρασκευάζει μάχας· μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπρᾳΰνει· μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις, ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον. |
| 19 | The way of the slothful is as a hedge of thorns; the way of the just is without offence. | Ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι. |
| 20 | A wise son maketh a father joyful: but the foolish man despiseth his mother. | Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. |
| 21 | Folly is joy to the fool: and the wise man maketh straight his steps. | Ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. |
| 22 | Designs are brought to nothing where there is no counsel: but where there are many counsellors, they are established. | Ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. |
| 23 | A man rejoiceth in the sentence of his mouth: and a word in due time is best. | Οὐ μὴ ὑπακούσει ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. |
| 24 | The path of life is above for the wise, that he may decline from the lowest hell. | Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ. |
| 25 | The Lord will destroy the house of the proud: and will strengthen the borders of the widow. | Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήρισε δὲ ὅριον χήρας. |
| 26 | Evil thoughts are an abomination to the Lord: and pure words most beautiful shall be confirmed by him. | Βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί. |
| 27 | He that is greedy of gain troubleth his own house: but he that hateth bribes shall live. By mercy and faith sins are purged away: and by the fear of the Lord every one declineth from evil. | Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σώζεται· ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. |
| 28 | The mind of the just studieth obedience: the mouth of the wicked over floweth with evils. | Καρδίαι δικαίων μελετῶσι πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά· δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. |
| 29 | The Lord is far from the wicked: and he will hear the prayers of the just. | Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει· κρείσσων ὀλίγη λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ. |
| 30 | The light of the eyes rejoiceth the soul: a good name maketh the bones fat. | Θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν, φημη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. |
| 31 | The ear that heareth the reproofs of life, shall abide in the midst of the wise. | — |
| 32 | He that rejecteth instruction, despiseth his own soul: but he that yieldeth to reproof possesseth understanding. | Ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτὸν· ὁ δὲ τηρῶν ἐλέγχους, ἀγαπᾷ ψυχὴν αὐτοῦ. |
| 33 | The fear of the Lord is the lesson of wisdom: and humility goeth before glory. | Φόβος Κυρίου παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ. |
