Comparison
Proverbs 22
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A good name is better than great riches: and good favour is above silver and gold. | Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή. |
| 2 | The rich and poor have met one another: the Lord is the maker of them both. | Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησε. |
| 3 | The prudent man saw the evil, and hid himself: the simple passed on, and suffered loss. | Πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. |
| 4 | The fruit of humility is the fear of the Lord, riches and glory and life. | Γενεὰ σοφίας φόβος Κυρίου, καὶ πλοῦτος, καὶ δόξα, καὶ ζωή. |
| 5 | Arms and swords are in the way of the perverse: but he that keepeth his own soul departeth far from them. | Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν. |
| 6 | It is a proverb: A young man according to his way, even when he is old he will not depart from it. | — |
| 7 | The rich ruleth over the poor: and the borrower is servant to him that lendeth. | Πλούσιοι πτωχῶν ἄρξουσι, καὶ οἰκέται ἰδίοις δεσπόταις δανειοῦσιν. |
| 8 | He that soweth iniquity shall reap evils, and with the rod of his anger he shall be consumed. | Ὁ σπείρων φαῦλα θερίσει κακὰ, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει· ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ Θεὸς, ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει. |
| 9 | He that is inclined to mercy shall be blessed: for of his bread he hath given to the poor. He that maketh presents shall purchase victory and honour: but he carrieth away the souls of the receivers. | Ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκε τῷ πτωχῷ· νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δοὺς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων. |
| 10 | Cast out the scoffer, and contention shall go out with him, and quarrels and reproaches shall cease. | Ἔκβαλε ἐκ συνεδρίου λοιμὸν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος, ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ πάντας ἀτιμάζει. |
| 11 | He that loveth cleanness of heart, for the grace of his lips shall have the king for his friend. | Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι· χείλεσι ποιμαίνει βασιλεύς. |
| 12 | The eyes of the Lord preserve knowledge: and the words of the unjust are overthrown. | Οἱ δὲ ὀφθαλμοὶ Κυρίου διατηροῦσιν αἴσθησιν, φαυλίζει δὲ λόγους παράνομος. |
| 13 | The slothful man saith: There is a lion without, I shall be slain in the midst of the streets. | Προφασίζεται, καὶ λέγει ὀκνηρὸς, λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί. |
| 14 | The mouth of a strange woman is a deep pit: he whom the Lord is angry with, shall fall into it. | Βόθρος βαθὺς στόμα παρανόμου, ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν. εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρὸς, καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπʼ αὐτῶν, ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς. |
| 15 | Folly is bound up in the heart of a child, and the rod of correction shall drive it away. | Ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπʼ αὐτοῦ. |
| 16 | He that oppresseth the poor, to increase his own riches, shall himself give to one that is richer, and shall be in need. | Ὁ συκοφαντῶν πένητα, πολλὰ ποιεῖ τὰ ἑαυτοῦ, δίδωσι δὲ πλουσίῳ ἐπʼ ἐλάσσονι. |
| 17 | Incline thy ear, and hear the words of the wise: and apply thy heart to my doctrine: | Λόγοις σοφῶν παράβαλλε σὸν οὖς, καὶ ἄκουε ἐμὸν λόγον, τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσι· |
| 18 | Which shall be beautiful for thee, if thou keep it in thy bowels, and it shall flow in thy lips: | καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσί σε ἅμα ἐπὶ σοῖς χείλεσιν· |
| 19 | That thy trust may be in the Lord, wherefore I have also shewn it to thee this day. | Ἵνα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπὶς, καὶ γνωρίσῃ σοι τὴν ὁδόν σου. |
| 20 | Behold I have described it to thee three manner of ways, in thoughts and knowledge: | Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς, εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου. |
| 21 | That I might shew thee the certainty, and the words of truth, to answer out of these to them that sent thee. | Διδάσκω οὖν σε ἀληθῆ λόγον, καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν, τοῦ ἀποκρίνεσθαί σε λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι. |
| 22 | Do no violence to the poor, because he is poor: and do not oppress the needy in the gate: | Μὴ ἀποβιάζου πένητα, πτωχὸς γὰρ ἐστι, καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις. |
| 23 | Because the Lord will judge his cause, and will afflict them that have afflicted his soul. | Ὁ γὰρ Κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ῥύσῃ σὴν ἄσυλον ψυχήν. |
| 24 | Be not a friend to an angry man, and do not walk with a furious man: | Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου· |
| 25 | Lest perhaps thou learn his ways, and take scandal to thy soul. | μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ. |
| 26 | Be not with them that fasten down their hands, and that offer themselves sureties for debts: | Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον· |
| 27 | For if thou have not wherewith to restore, what cause is there, that he should take the covering from thy bed? | Ἐὰν γὰρ μὴ ἔχῃ πόθεν ἀποτίσῃς, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου. |
| 28 | Pass not beyond the ancient bounds which thy fathers have set. | Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου. |
| 29 | Hast thou seen a man swift in his work? he shall stand before kings, and shall not be before those that are obscure. | Ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ βασιλεῦσι δεῖ παρεστάναι, καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς. |
