Comparison
Proverbs 28
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | The wicked man fleeth, when no man pursueth: but the just, bold as a lion, shall be without dread. | Φεύγει ἀσεβὴς μηδενὸς διώκοντος, δίκαιος δὲ ὥσπερ λέων πέποιθε. |
| 2 | For the sins of the land many are the princes thereof: and for the wisdom of a man, and the knowledge of those things that are said, the life of the prince shall be prolonged. | Διʼ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται, ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς. |
| 3 | A poor man that oppresseth the poor, is like a violent shower, which bringeth a famine. | Ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς· ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελὴς, |
| 4 | They that forsake the law, praise the wicked man: they that keep it, are incensed against him. | οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν· οἱ δὲ ἀγαπῶντες τὸν νόμον, περιβάλλουσιν ἑαυτοῖς τεῖχος. |
| 5 | Evil men think not on judgment: but they that seek after the Lord, take notice of all things. | Ἄνδρες κακοὶ οὐ συνήσουσι κρίμα, οἱ δὲ ζητοῦντες τὸν Κύριον συνήσουσιν ἐν παντί. |
| 6 | Better is the poor man walking in his simplicity, than the rich in crooked ways. | Κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ, πλουσίου ψευδοῦς. |
| 7 | He that keepeth the law is a wise son: but he that feedeth gluttons, shameth his father. | Φυλάσσει νόμον υἱὸς συνετὸς, ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα. |
| 8 | He that heapeth together riches by usury and loan, gathereth them for him that will be bountiful to the poor. | Ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν, τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν. |
| 9 | He that turneth away his ears from hearing the law, his prayer shall be as abomination. | Ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακοῦσαι νόμου, καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται. |
| 10 | He that deceiveth the just in a wicked way, shall fall in his own destruction: and the upright shall possess his goods. | Ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ, εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται· οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ, καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά. |
| 11 | The rich man seemeth to himself wise: but the poor man that is prudent shall search him out. | Σοφὸς παρʼ ἑαυτῷ ἀνὴρ πλούσιος, πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ. |
| 12 | In the joy of the just there is great glory: when the wicked reign, men are ruined. | Διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα, ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. |
| 13 | He that hideth his sins, shall not prosper: but he that shall confess, and forsake them, shall obtain mercy. | Ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται. |
| 14 | Blessed is the man that is always fearful: but he that is hardened in mind, shall fall into evil. | Μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα διʼ εὐλάβειαν, ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς. |
| 15 | As a roaring lion, and a hungry bear, so is a wicked prince over the poor people. | Λέων πεινῶν καὶ λύκος διψῶν, ὃς τυραννεῖ, πτωχὸς ὢν, ἔθνους πενιχροῦ. |
| 16 | A prince void of prudence shall oppress many by calumny: but he that hateth covetousness, shall prolong his days. | Βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης, ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται. |
| 17 | A man that doth violence to the blood of a person, if he flee even to the pit, no man will stay him. | Ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος, φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ· παίδευε υἱὸν καὶ ἀγαπήσει σε, καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ, οὐ μὴ ὑπακούσει ἔθνει παρανόμῳ. |
| 18 | He that walketh uprightly, shall be saved: he that is perverse in his ways shall fall at once. | Ὁ πορευόμενος δικαίως βεβοήθηται, ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται. |
| 19 | He that tilleth his ground, shall be filled with bread: but he that followeth idleness shall be filled with poverty. | Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων, ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας. |
| 20 | A faithful man shall be much praised: but he that maketh haste to be rich, shall not be innocent. | Ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται, ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται. |
| 21 | He that hath respect to a person in judgment, doth not well: such a man even for a morsel of bread forsaketh the truth. | Ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθὸς, ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα. |
| 22 | A man, that maketh haste to be rich, and envieth others, is ignorant that poverty shall come upon him. | Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. |
| 23 | He that rebuketh a man, shall afterward find favour with him, more than he that by a flattering tongue deceiveth him. | Ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς, χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος. |
| 24 | He that stealeth any thing from his father, or from his mother: and saith, This is no sin, is the partner of a murderer. | Ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα, καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς. |
| 25 | He that boasteth, and puffeth up himself, stirreth up quarrels: but he that trusteth in the Lord, shall be healed. | Ἄπιστος ἀνὴρ κρίνει εἰκῆ, ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται. |
| 26 | He that trusteth in his own heart, is a fool: but he that walketh wisely, he shall be saved. | Ὃς πέποιθε θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων, ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται. |
| 27 | He that giveth to the poor, shall not want: he that despiseth his entreaty, shall suffer indigence. | Ὃς δίδωσι πτωχοῖς οὐκ ἐνδεηθήσεται, ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ ἔσται. |
| 28 | When the wicked rise up, men shall hide themselves: when they perish, the lust shall be multiplied. | Ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι, ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι. |
