Comparison
Proverbs 25
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | These are also parables of Solomon, which the men of Ezechias king of Juda copied out. | Αὗται αἱ παιδεῖαι Σαλωμῶντος αἱ ἀδιάκριτοι, ἃς ἐξεγράψαντο οἱ φίλοι Ἐζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας. |
| 2 | It is the glory of God to conceal the word, and the glory of kings to search out the speech. | Δόξα Θεοῦ κρύπτει λόγον, δόξα δὲ βασιλέως τιμᾷ πράγματα. |
| 3 | The heaven above, and the earth beneath, and the heart of kings is unsearchable. | Οὐρανὸς ὑψηλὸς, γῆ δὲ βαθεῖα, καρδία δὲ βασιλέως ἀνεξέλεγκτος. |
| 4 | Take away the rust from silver, and there shall come forth a most pure vessel: | Τύπτε ἀδόκιμον ἀργύριον, καὶ καθαρισθήσεται καθαρὸν ἅπαν. |
| 5 | Take away wickedness from the face of the king, and his throne shall be established with justice. | Κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ. |
| 6 | Appear not glorious before the king, and stand not in the place of great men. | Μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως, μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο· |
| 7 | For it is better that it should be said to thee: Come up hither; than that thou shouldst be humbled before the prince. | Κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι, ἀνάβαινε πρὸς μὲ, ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου· ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε. |
| 8 | The things which thy eyes have seen, utter not hastily in a quarrel: lest afterward thou mayst not be able to make amends, when thou hast dishonoured thy friend. | Μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπʼ ἐσχάτων· ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος, |
| 9 | Treat thy cause with thy friend, and discover not the secret to a stranger: | ἀναχώρει εἰς τὰ ὀπίσω· μὴ καταφρόνει, |
| 10 | Lest he insult over thee, when he hath heard it, and cease not to upbraid thee. Grace and friendship deliver a man: keep these for thyself, lest thou fall under reproach. | μή σε ὀνειδίσῃ μὲν ὁ φίλος, ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται, ἀλλὰ ἔσται σοι ἴση θανάτῳ· χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ, ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως. |
| 11 | To speak a word in due time, is like apples of gold on beds of silver. | Μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου, οὕτως εἰπεῖν λόγον. |
| 12 | As an earring of gold and a bright pearl, so is he that reproveth the wise, and the obedient ear. | Εἰς ἐνώτιον χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται, λόγος σοφὸς εἰς εὐήκοον οὖς. |
| 13 | As the cold of snow in the time of harvest, so is a faithful messenger to him that sent him, for he refresheth his soul. | Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν· ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ. |
| 14 | As clouds, and wind, when no rain followeth, so is the man that boasteth, and doth not fulfill his promises. | Ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ, ἐπιφανέστατα, οὕτως ὁ καυχώμενος ἐπὶ δόσει ψευδεῖ. |
| 15 | By patience a prince shall be appeased, and a soft tongue shall break hardness. | Ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσι, γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ. |
| 16 | Thou hast found honey, eat what is sufficient for thee, lest being glutted therewith thou vomit it up. | Μέλι εὑρὼν φάγε τὸ ἱκανὸν, μή ποτε πλησθεὶς ἐξεμέσῃς. |
| 17 | Withdraw thy foot from the house of thy neighbour, lest having his fill he hate thee. | Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σεαυτοῦ φίλον, μή ποτε πλησθείς σου μισήσῃ σε. |
| 18 | A man that beareth false witness against his neighbour, is like a dart and a sword and a sharp arrow. | Ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτὸν, οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ. |
| 19 | To trust to an unfaithful man in the time of trouble, is like a rotten tooth, and weary foot, | Οδὸς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ. |
| 20 | And one that looseth his garment in cold weather. As vinegar upon nitre, so is he that singeth songs to a very evil heart. As a moth doth by a garment, and a worm by the wood: so the sadness of a man consumeth the heart. | Ὥσπερ ὄξος ἕλκει ἀσύμφορον, οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ· ὥσπερ σὴς ἐν ἱματίῳ καὶ σκώληξ ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν. |
| 21 | If thy enemy be hungry, give him to eat: if he thirst, give him water to drink: | Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, ἐὰν διψᾷ, πότιζε αὐτόν· |
| 22 | For thou shalt heap hot coals upon his head, and the Lord will reward thee. | Τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὁ δὲ Κύριος ἀνταποδώσει σοι ἀγαθά. |
| 23 | The north wind driveth away rain, as doth a sad countenance a backbiting tongue. | Ἄνεμος Βορέας ἐξεγείρει νέφη, πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει· |
| 24 | It is better to sit in a corner of the housetop, than with a brawling woman, and in a common house. | Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας δώματος, ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ. |
| 25 | As cold water to a thirsty soul, so is good tidings from a far country. | Ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνὲς, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν. |
| 26 | A just man falling down before the wicked, is as a fountain troubled with the foot, and a corrupted spring. | Ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο, οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς. |
| 27 | As it is not good for a man to eat much honey, so he that is a searcher of majesty, shall be overwhelmed by glory. | Ἐσθίειν μέλι πολὺ οὐ καλὸν, τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους. |
| 28 | As a city that lieth open and is not compassed with walls, so is a man that cannot refrain his own spirit in speaking. | Ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει. |
