Comparison
Proverbs 4
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Hear, ye children, the instruction of a father, and attend that you may know prudence. | Ἀκούσατε, παῖδες, παιδείαν πατρὸς, καὶ προσέχετε γνῶναι ἔννοιαν. |
| 2 | I will give you a good gift, forsake not my law. | Δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε. |
| 3 | For I also was my father’s son, tender and as an only son in the sight of my mother: | Υἱὸς γὰρ ἐγενόμην κᾀγὼ πατρὶ ὑπήκοος, καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός. |
| 4 | And he taught me, and said: Let thy heart receive my words, keep my commandments, and thou shalt live. | Οἳ ἔλεγον καὶ ἐδίδασκόν με, ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν· φύλασσε ἐντολὰς, |
| 5 | Get wisdom, get prudence: forget not, neither decline from the words of my mouth. | μὴ ἐπιλάθῃ· Μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος, |
| 6 | Forsake her not, and she shall keep thee: love her, and she shall preserve thee. | μηδὲ ἐγκαταλίπῃς αὐτὴν, καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε. |
| 7 | The beginning of wisdom, get wisdom, and with all thy possession purchase prudence. | — |
| 8 | Take hold on her, and she shall exalt thee: thou shalt be glorified by her, when thou shalt embrace her. | Περιχαράκωσον αὐτὴν, καὶ ὑψώσει σε· τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ· |
| 9 | She shall give to thy head increase of graces, and protect thee with a noble crown. | Ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. |
| 10 | Hear, O my son, and receive my words, that years of life may be multiplied to thee. | Ἄκουε υἱὲ καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου. |
| 11 | I will shew thee the way of wisdom, I will lead thee by the paths of equity: | Ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. |
| 12 | Which when thou shalt have entered, thy steps shall not be straitened, and when thou runnest thou shalt not meet a stumblingblock. | Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα· ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις. |
| 13 | Take hold on instruction, leave it not: keep it, because it is thy life. | Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. |
| 14 | Be not delighted in the paths of the wicked, neither let the way of evil men please thee. | Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. |
| 15 | Flee from it, pass not by it: go aside, and forsake it. | Ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεὶ, ἔκκλινον δὲ ἀπʼ αὐτῶν καὶ παράλλαξον. |
| 16 | For they sleep not except they have done evil: and their sleep is taken away unless they have made some to fall. | Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν· ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται. |
| 17 | They eat the bread of wickedness, and drink the wine of iniquity. | Οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. |
| 18 | But the path of the just, as a shining light, goeth forwards and increaseth even to perfect day. | Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα. |
| 19 | The way of the wicked is darksome: they know not where they fall. | Αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναὶ, οὐκ οἴδασι πῶς προσκόπτουσιν. |
| 20 | My son, hearken to my words, and incline thy ear to my sayings. | Υἱὲ ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς. |
| 21 | Let them not depart from thy eyes, keep them in the midst of thy heart: | Ὅπως μὴ ἐκλίπωσί σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν καρδίᾳ. |
| 22 | For they are life to those that find them, and health to all flesh. | Ζωὴ γάρ ἐστι τοῖς εὑρίσκουσιν αὐτὰς, καὶ πάσῃ σαρκὶ ἴασις. |
| 23 | With all watchfulness keep thy heart, because life issueth out from it. | Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς. |
| 24 | Remove from thee a froward mouth, and let detracting lips be far from thee. | Περίελε σεαυτοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι. |
| 25 | Let thy eyes look straight on, and let thy eyelids go before thy steps. | Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια. |
| 26 | Make straight the path for thy feet, and all thy ways shall be established. | Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσί, καὶ τὰς ὁδούς σου κατεύθυνε. |
| 27 | Decline not to the right hand, nor to the left: turn away thy foot from evil. For the Lord knoweth the ways that are on the right hand: but those are perverse which are on the left hand. But he will make thy courses straight, he will bring forward thy ways in peace. | Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεὸς, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει. |
