Comparison
Proverbs 13
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A wise son heareth the doctrine of his father: but he that is a scorner, beareth not when he is reproved. | Υἱὸς πανοῦργος ὑπήκοος πατρὶ, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. |
| 2 | Of the fruit of his own mouth shall a man be filled with good things: but the soul of transgressors is wicked. | Ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθὸς, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι. |
| 3 | He that keepeth his mouth, keepeth his soul: but he that hath no guard on his speech shall meet with evils. | Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα τηρεῖ τὴν ἑαυτοῦ ψυχὴν, ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν. |
| 4 | The sluggard willeth and willeth not: but the soul of them that work, shall be made fat. | Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργὸς, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. |
| 5 | The just shall hate a lying word: but the wicked confoundeth, and shall be confounded. | Λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται, καὶ οὐκ ἕξει παῤῥησίαν. |
| 6 | Justice keepeth the way of the innocent: but wickedness overthroweth the sinner. | — |
| 7 | One is as it were rich, when he hath nothing: and another is as it were poor, when he hath great riches. | Εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. |
| 8 | The ransom of a man’s life are his riches: but he that is poor beareth not reprehension. | Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. |
| 9 | The light of the just giveth joy: but the lamp of the wicked shall be put out. | Φῶς δικαίοις διαπαντὸς, φῶς δὲ ἀσεβῶν σβέννυται· ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι. |
| 10 | Among the proud there are always contentions: but they that do all things with counsel, are ruled by wisdom. | Κακὸς μεθʼ ὕβρεως πράσσει κακὰ, οἱ δʼ ἑαυτῶν ἐπιγνώμονες σοφοί. |
| 11 | Substance got in haste shall be diminished: but that which by little and little is gathered with the hand shall increase. | Ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας, ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετʼ εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτείρει καὶ κιχρᾷ. |
| 12 | Hope that is deferred afflicteth the soul: desire when it cometh is a tree of life. | Κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ, τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς, ἐπιθυμία ἀγαθή. |
| 13 | Whosoever speaketh ill of any thing, bindeth himself for the time to come: but he that feareth the commandment, shall dwell in peace. Deceitful souls go astray in sins: the just are merciful, and shew mercy. | Ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπʼ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει· υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθὸν, οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ. |
| 14 | The law of the wise is a fountain of life, that he may decline from the ruin of death. | Νόμος σοφοῦ πηγὴ ζωῆς, ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται. |
| 15 | Good instruction shall give grace: in the way of scorners is a deep pit. | Σύνεσις ἀγαθὴ δίδωσι χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ. |
| 16 | The prudent mall doth all things with counsel: but he that is a fool, layeth open his folly. | Πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως, ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν. |
| 17 | The messenger of the wicked shall fall into mischief: but a faithful ambassador is health. | Βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακὰ, ἄγγελος δὲ σοφὸς ῥύσεται αὐτόν. |
| 18 | Poverty and shame to him that refuseth instruction: but he that yieldeth to reproof, shall be glorified. | Πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται. |
| 19 | The desire that is accomplished, delighteth the soul: fools hate them that flee from evil things. | Ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχὴν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως. |
| 20 | He that walketh with the wise, shall be wise: a friend of fools shall become like to them. | Συμπορευόμενος σοφοῖς σοφὸς ἔσῃ, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται. |
| 21 | Evil pursueth sinners: and to the just good shall be repaid. | Ἁμαρτάνοντας καταδιώξεται κακὰ, τοὺς δὲ δικαίους καταλήψεται ἀγαθά. |
| 22 | The good man leaveth heirs, sons, and grandsons: and the substance of the sinner is kept for the just. | Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν. |
| 23 | Much food is in the tillage of fathers: but for others it is gathered with out judgment. | Δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλὰ, ἄδικοι δὲ ἀπολοῦνται συντόμως. |
| 24 | He that spareth the rod hateth his son: but he that loveth him correcteth him betimes. | Ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει. |
| 25 | The just eateth and filleth his soul: but the belly of the wicked is never to be filled. | Δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς. |
