Comparison
Proverbs 8
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Doth not wisdom cry aloud, and prudence put forth her voice? | Σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ. |
| 2 | Standing in the top of the highest places by the way, in the midst of the paths. | Ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστὶν, ἀναμέσον δὲ τῶν τρίβων ἕστηκε. |
| 3 | Beside the gates of the city, in the very doors she speaketh, saying: | Παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. |
| 4 | O ye men, to you I call, and my voice is to the sons of men. | Ὑμᾶς ὦ ἄνθρωποι παρακαλῶ, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. |
| 5 | O little ones, understand subtilty, and ye unwise, take notice. | Νοήσατε ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. |
| 6 | Hear, for I will speak of great things: and my lips shall be opened to preach right things. | Εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά. |
| 7 | My mouth shall meditate truth, and my lips shall hate wickedness. | Ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. |
| 8 | All my words are just, there is nothing wicked nor perverse in them. | Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐαυτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες. |
| 9 | They are right to them that understand, and just to them that find knowledge. | Πάντα ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. |
| 10 | Receive my instruction, and not money: choose knowledge rather than gold. | Λάβετε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· |
| 11 | For wisdom is better than all the most precious things: and whatsoever may be desired cannot be compared to it. | Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. |
| 12 | I wisdom dwell in counsel, and am present in learned thoughts. | Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. |
| 13 | The fear of the Lord hateth evil: I hate arrogance, and pride, and every wicked way, and a mouth with a double tongue. | Φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. |
| 14 | Counsel and equity is mine, prudence is mine, strength is mine. | Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. |
| 15 | By me kings reign, and lawgivers decree just things, | Διʼ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην. |
| 16 | By me princes rule, and the mighty decree justice. | Διʼ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι διʼ ἐμοῦ κρατοῦσι γῆς. |
| 17 | I love them that love me: and they that in the morning early watch for me, shall find me. | Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν. |
| 18 | With me are riches and glory, glorious riches and justice. | Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. |
| 19 | For my fruit is better than gold and the precious stone, and my blossoms than choice silver. | Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. |
| 20 | I walk in the way of justice, in the midst of the paths of judgment, | Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀναμέσον τρίβων δικαιώματος ἀναστρέφομαι· |
| 21 | That I may enrich them that love me, and may fill their treasures. | ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθʼ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. |
| 22 | The Lord possessed me in the beginning of his ways, before he made any thing from the beginning. | Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, |
| 23 | I was set up from eternity, and of old before the earth was made. | πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, |
| 24 | The depths were not as yet, and I was already conceived. neither had the fountains of waters as yet sprung out: | καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων· |
| 25 | The mountains with their huge bulk had not as yet been established: before the hills I was brought forth: | Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν, γεννᾷ με. |
| 26 | He had not yet made the earth, nor the rivers, nor the poles of the world. | Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπʼ οὐρανῶν. |
| 27 | When he prepared the heavens, I was present: when with a certain law and compass he enclosed the depths: | Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπʼ ἀνέμων, |
| 28 | When he established the sky above, and poised the fountains of waters: | καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπʼ οὐρανὸν, |
| 29 | When he compassed the sea with its bounds, and set a law to the waters that they should not pass their limits: when be balanced the foundations of the earth; | καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, |
| 30 | I was with him forming all things: and was delighted every day, playing before him at all times; | ἤμην παρʼ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρε· καθʼ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, |
| 31 | Playing in the world: and my delights were to be with the children of men. | ὅτε ἐνευφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώπων. |
| 32 | Now therefore, ye children, hear me: Blessed are they that keep my ways. | Νῦν οὖν υἱὲ ἄκουέ μου, |
| 33 | Hear instruction and be wise, and refuse it not. | — |
| 34 | Blessed is the man that heareth me, and that watcheth daily at my gates, and waiteth at the posts of my doors. | μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει, ἀγρυπνῶν ἐπʼ ἐμαῖς θύραις καθʼ ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων. |
| 35 | He that shall find me, shall find life, and shall have salvation from the Lord: | Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. |
| 36 | But he that shall sin against me, shall hurt his own soul. All that hate me love death. | Οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμὲ, ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχὰς, καὶ οἱ μισοῦντές με ἀγαπῶσι θάνατον. |
