Comparison
Proverbs 17
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Better is a dry morsel with joy, than a house full of victims with strife. | Κρείσσων ψωμὸς μεθʼ ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. |
| 2 | A wise servant shall rule over foolish sons, and shall divide the inheritance among the brethren. | Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων, ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη. |
| 3 | As silver is tried by fire, and gold in the furnace: so the Lord trieth the hearts. | Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσὸς, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ. |
| 4 | The evil man obeyeth an unjust tongue: and the deceitful hearkeneth to lying lips. | Κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσι ψευδέσιν. |
| 5 | He that despiseth the poor, reproacheth his Maker; and he that rejoiceth at another man’s ruin, shall not be unpunished. | Ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτὸν, ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται, ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται. |
| 6 | Children’s children are the crown of old men: and the glory of children are their fathers. | Στέφανος γερόντων τέκνα τέκνων, καύχημα δὲ τέκνων πατέρες αὐτῶν· τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. |
| 7 | Eloquent words do not become a fool, nor lying lips a prince. | Οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ, οὐδὲ δικαίῳ χείλη ψευδῆ. |
| 8 | The expectation of him that expecteth, is a most acceptable jewel: whithersoever he turneth himself, he understandeth wisely. | Μισθὸς χαρίτων παιδεία τοῖς χρωμένοις, οὗ δʼ ἂν ἐπιστρέψῃ εὐοδωθήσεται. |
| 9 | He that concealeth a transgression. seeketh friendships: he that repeateth it again, separateth friends. | Ὃς κρύπτει ἀδικήματα, ζητεῖ φιλίαν· ὃς δὲ μισεῖ κρύπτειν, διΐστησι φίλους καὶ οἰκείους. |
| 10 | A reproof availeth more with a wise man, than a hundred stripes with a fool. | Συντρίβει ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται. |
| 11 | An evil man always seeketh quarrels: but a cruel angel shall be sent against him. | Ἀντιλογίας ἐγείρει πᾶς κακὸς, ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. |
| 12 | It is better to meet a bear robbed of her whelps, than a fool trusting in his own folly. | Ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. |
| 13 | He that rendereth evil for good, evil shall not depart from his house. | Ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. |
| 14 | The beginning of quarrels is as when one letteth out water: before he suffereth reproach he forsaketh judgment. | Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. |
| 15 | He that justifieth the wicked, and he that condemneth the just, both are abominable before God. | Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Θεῷ. |
| 16 | What doth it avail a fool to have riches, seeing he cannot buy wisdom? He that maketh his house high, seeketh a downfall: and he that refuseth to learn, shall fall into evils. | Ἱνατί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται· ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν, ἐμπεσεῖται εἰς κακά. |
| 17 | He that is a friend loveth at all times: and a brother is proved in distress. | Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν, τούτου γὰρ χάριν γεννῶνται. |
| 18 | A foolish man will clap hands, when he is surety for his friend. | Ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τῶν ἑαυτοῦ φίλων. |
| 19 | He that studieth discords, loveth quarrels: and he that exalteth his door, seeketh ruin. | Φιλαμαρτήμων χαίρει μάχαις, |
| 20 | He that is of a perverse heart, shall not find good: and he that perverteth his tongue, shall fall into evil. | ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς· ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακὰ, |
| 21 | A fool is born to his own disgrace: and even his father shall not rejoice in a fool. | καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν· οὐκ εὐφραίνεται πατὴρ ἐφʼ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. |
| 22 | A joyful mind maketh age flourishing: a sorrowful spirit drieth up the bones. | Καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ. |
| 23 | The wicked man taketh gifts out of the bosom, that he may pervert the paths of judgment. | Λαμβάνοντος δῶρα ἀδίκως ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοὶ, ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. |
| 24 | Wisdom shineth in the face of the wise: the eyes of fools are in the ends of the earth. | Πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπʼ ἄκρα γῆς. |
| 25 | A foolish son is the anger of the father: and the sorrow of the mother that bore him. | Ὀργὴ πατρὶ υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. |
| 26 | It is no good thing to do hurt to the just: nor to strike the prince, who judgeth right. | Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλὸν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. |
| 27 | He that setteth bounds to his words. is knowing and wise: and the man of understanding is of a precious spirit. | Ὃς φείδεται ῥῆμα προέσθαι σκληρὸν, ἐπιγνώμων· μακρόθυμος δὲ ἀνὴρ φρόνιμος. |
| 28 | Even a fool, if he will hold his peace shall be counted wise: and if he close his lips, a man of understanding. | Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται, ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας, δόξει φρόνιμος εἶναι. |
