Comparison
Proverbs 16
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | It is the part of man to prepare the soul: and of the Lord to govern the tongue. | — |
| 2 | All the ways of a man are open to his eyes: the Lord is the weigher of spirits. | Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ Θεῷ, οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. |
| 3 | Lay open thy works to the Lord: and thy thoughts shall be directed. | — |
| 4 | The Lord hath made all things for himself: the wicked also for the evil day. | — |
| 5 | Every proud man is an abomination to the Lord: though hand should be joined to hand, he is not innocent. The beginning of a good way is to do justice; and this is more acceptable with God, than to offer sacrifices. | Ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθωωθήσεται· |
| 6 | By mercy and truth iniquity is redeemed: and by the fear of the Lord men depart from evil. | — |
| 7 | When the ways of man shall please the Lord, he will convert even his enemies to peace. | ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον ἢ θύειν θυσίας· |
| 8 | Better is a little with justice, than great revenues with iniquity. | ὁ ζητῶν τὸν Κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην. |
| 9 | The heart of man disposeth his way: but the Lord must direct his steps. | Πάντα τὰ ἔργα τοῦ Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. |
| 10 | Divination is in the lips of the king, his mouth shall not err in judgment. | Μαντεῖον ἐπὶ χείλεσι βασιλέως, ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ. |
| 11 | Weight and balance are judgments of the Lord: and his work all the weights of the bag. | Ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ Κυρίῳ, τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια. |
| 12 | They that act wickedly are abominable to the king: for the throne is established by justice. | Βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακὰ, μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. |
| 13 | Just lips are the delight of kings: he that speaketh right things shall be loved. | Δεκτὰ βασιλεῖ χείλη δίκαια, λόγους δέ ὀρθοὺς ἀγαπᾷ. |
| 14 | The wrath of a king is as messengers of death: and the wise man will pacify it. | Θυμὸ βασιλέως ἄγγελος θανάτου, ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν. |
| 15 | In the cheerfulness of the king’s countenance is life: and his clemency is like the latter rain. | Ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως, οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον. |
| 16 | Get wisdom, because it is better than gold: and purchase prudence, for it is more precious than silver. | Νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου, νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον. |
| 17 | The path of the just departeth from evils: he that keepeth his soul keepeth his way. | Τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν, μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης. Ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται, ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται· ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδοὺς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ἀγαπῶν δὲ ζωὴν αὐτοῦ, φείσεται στόματος αὐτοῦ. |
| 18 | Pride goeth before destruction: and the spirit is lifted up before a fall. | Πρὸ συντριβῆς ἡγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη. |
| 19 | It is better to be humbled with the meek, than to divide spoils with the proud. | Κρείσσων πρᾳΰθυμος μετὰ ταπεινώσεως, ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν. |
| 20 | The learned in word shall find good things: and he that trusteth in the Lord is blessed. | Συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν, πεποιθὼς δὲ ἐπὶ Θεῷ μακαριστός. |
| 21 | The wise in heart shall be called prudent: and he that is sweet in words shall attain to greater things. | Τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται. |
| 22 | Knowledge is a fountain of life to him that possesseth it: the instruction of fools is foolishness. | Πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή. |
| 23 | The heart of the wise shall instruct his mouth: and shall add grace to his lips. | Καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην· |
| 24 | Well ordered words are as a honeycomb: sweet to the soul, and health to the bones. | Κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς. |
| 25 | There is a way that seemeth to a man right: and the ends thereof lead to death. | Εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρὶ, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. |
| 26 | The soul of him that laboureth, laboureth for himself, because his mouth hath obliged him to it. | Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται τὴν ἀπώλειαν ἑαυτοῦ. Ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν· |
| 27 | The wicked man diggeth evil, and in his lips is a burning fire. | ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακὰ, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ. |
| 28 | A perverse man stirreth up quarrels: and one full of words separateth princes. | Ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ, καὶ λαμπτῆρα δόλου πυρσεύσει κακοῖς, καὶ διαχωρίζει φίλους. |
| 29 | An unjust man allureth his friend: and leadeth him into a way that is not good. | Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων, καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς. |
| 30 | He that with fixed eyes deviseth wicked things, biting his lips, bringeth: evil to pass. | Στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ διαλογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά· οὗτος κάμινός ἐστι κακίας. |
| 31 | Old age is a crown of dignity, when it is found in the ways of justice. | Στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. |
| 32 | The patient man is better than the valiant: and he that ruleth his spirit than he that taketh cities. | Κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ, ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν. |
| 33 | Lots are cast into the lap, but they are disposed of by the Lord. | Εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ Κυρίου πάντα τὰ δίκαια. |
