Comparison
Proverbs 2
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | My son, if thou wilt receive my words, and wilt hide my commandments with thee, | Υἱὲ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, |
| 2 | That thy ear may hearken to wisdom: Incline thy heart to know prudence: | ὑπακούσεται σοφίας τὸ οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου· |
| 3 | For if thou shalt call for wisdom, and incline thy heart to prudence: | Ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ, καὶ τῇ συνέσει δῷς φωνήν σου, |
| 4 | If thou shalt seek her as money, and shalt dig for her as for a treasure: | καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον, καὶ ὡς θησευροὺς ἐξεραυνήσῃς αὐτήν· |
| 5 | Then shalt thou understand the fear of the Lord, and shalt find the knowledge of God. | Τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις. |
| 6 | Because the Lord giveth wisdom: and out of his mouth cometh prudence and knowledge. | Ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. |
| 7 | He will keep the salvation of the righteous, and protect them that walk in simplicity. | Καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν, |
| 8 | Keeping the paths of justice, and guarding the ways of saints. | τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων, καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. |
| 9 | Then shalt thou understand justice, and judgment, and equity, and every good path. | Τότε συνήσεις δικαιοσύνην καὶ κρίμα, καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. |
| 10 | If wisdom shall enter into thy heart, and knowledge please thy soul: | Ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ, |
| 11 | Counsel shall keep thee, and prudence shall preserve thee, | βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε· |
| 12 | That thou mayst be delivered from the evil way, and from the man that speaketh perverse things: | Ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς, καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. |
| 13 | Who leave the right way, and walk by dark ways: | Ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους· |
| 14 | Who are glad when they have done evil, and rejoice in most wicked things: | Οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ· |
| 15 | Whose ways are perverse, and their steps infamous. | Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, |
| 16 | That thou mayst be delivered from the strange women, and from the stranger, who softeneth her words: | τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης· υἱὲ, μή σε καταλάβῃ κακὴ βουλή· |
| 17 | And forsaketh the guide of her youth, | Ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη. |
| 18 | And hath forgotten the covenant of her God: for her house inclineth unto death, and her paths to hell. | Ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς, καὶ παρὰ τῷ ᾅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς. |
| 19 | None that go in unto her shall return again, neither shall they take hold of the paths of life, | Πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. |
| 20 | That thou mayst walk in a good way: and mayst keep the paths of the just. | Εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθὰς, εὕροσαν ἂν τρίβους δικαιοσύνης λείας. |
| 21 | For they that are upright shall dwell in the earth, and the simple shall continue in it. | Ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. |
| 22 | But the wicked shall be destroyed from the earth: and they that do unjustly shall be taken away from it. | Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπʼ αὐτῆς. |
