Comparison
Proverbs 3
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | My son, forget not my law, and let thy heart keep my commandments. | Υἱὲ, ἐμῶννομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· |
| 2 | For they shall add to thee length of days, and years of life and peace. | Μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. |
| 3 | Let not mercy and truth leave thee, put them about thy neck, and write them in the tables of thy heart: | Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε· ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν· |
| 4 | And thou shalt And grace and good understanding before God and men. | καὶ προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. |
| 5 | Have confidence in the Lord with all thy heart, and lean not upon thy own prudence. | Ἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ Θεῷ, ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου. |
| 6 | In all thy ways think on him, and he will direct thy steps. | Πάσαις ὁδοῖς σου γνώριζε αὐτὴν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου. |
| 7 | I Be not wise in thy own conceit: fear God, and depart from evil: | Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν Θεὸν, καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ. |
| 8 | For it shall be health to thy navel, and moistening to thy bones. | Τότε ἴασις ἔσται τῷ σώματί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. |
| 9 | Honour the Lord with thy substance, and give him of the first of all thy fruits: | Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης· |
| 10 | And thy barns shall be filled with abundance, and thy presses shall run over with wine. | Ἵνα πίμπληται τὰ ταμιεῖά σου πλησμονῆς σίτῳ, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν. |
| 11 | My son, reject not the correction of the Lord: and do not faint when thou art chastised by him: | Υἱὲ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος. |
| 12 | For whom the Lord loveth, he chastiseth: and as a father in the son he pleaseth himself. | Ὃν γὰρ ἀγαπᾷ Κύριος, ἐλέγχει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. |
| 13 | Blessed is the man that findeth wisdom and is rich in prudence: | Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. |
| 14 | The purchasing thereof is better than the merchandise of silver, and her fruit than the chiefest and purest gold: | Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. |
| 15 | She is more precious than all riches: and all the things that are desired, are not to be compared with her. | Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. |
| 16 | Length of days is in her right hand, and in her left hand riches and glory. | Μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα· ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. |
| 17 | Her ways are beautiful ways, and all her paths are peaceable. | Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πάσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ. |
| 18 | She is a tree of life to them that lay hold on her: and he that shall retain her is blessed. | Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπʼ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. |
| 19 | The Lord by wisdom hath founded the earth, hath established the heavens by prudence. | Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς φρονήσει. |
| 20 | By his wisdom the depths have broken out, and the clouds grow thick with dew. | Ἐν αἰσθήσει ἄβυσσοι ἐῤῥάγησαν, νέφη δὲ ἐῤῥύησαν δρόσους. |
| 21 | My son, let not these things depart from thy eyes: keep the law and counsel: | Υἱὲ, μὴ παραῤῥυῇς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν· |
| 22 | And there shall be life to thy soul, and grace to thy mouth. | ἵνα ζήσῃ ἡ ψυχή σου, καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ· ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις· |
| 23 | Then shalt thou walk confidently in thy way, and thy foot shall not stumble: | ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ. |
| 24 | If thou sleep, thou shalt not fear: thou shalt rest, and thy sleep shall be sweet. | Ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις. |
| 25 | Be not afraid of sudden fear, nor of the power of the wicked falling upon thee. | Καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας. |
| 26 | For the Lord will be at thy side, and will keep thy foot that thou be not taken. | Ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα ἵνα μὴ σαλευθῇς. |
| 27 | Do not withhold him from doing good, who is able: if thou art able, do good thyself also. | Μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. |
| 28 | Say not to thy friend: Go, and come again: and tomorrow I will give to thee: when thou canst give at present. | Μὴ εἴπῃς, ἐπανελθὼν ἐπάνηκε, αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. |
| 29 | Practise not evil against thy friend, when he hath confidence in thee. | Μὴ τεκτῄνῃ ἐπὶ σὸν φίλον κακὰ παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. |
| 30 | Strive not against a man without cause, when he hath done thee no evil. | Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, μήτί σε ἐργάσηται κακόν. |
| 31 | Envy not the unjust man, and do not follow his ways: | Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν. |
| 32 | For every mocker is an abomination to the Lord, and his communication is with the simple. | Ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδριάζει. |
| 33 | Want is from the Lord in the house of the wicked: but the habitations of the just shall be blessed. | Κατάρα Θεοῦ ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. |
| 34 | He shall scorn the scorners, and to the meek he will give grace. | Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. |
| 35 | The wise shall possess glory: the promotion of fools is disgrace. | Δόξαν σοφοὶ κληρονομήσουσιν, οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν. |
