Comparison
Isaiah 21
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | The burden of the desert of the sea. As whirlwinds come from the south, it cometh from the desert from a terrible land. | Ὡς καταιγὶς διʼ ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς φοβερὸν |
| 2 | A grievous vision is told me: he that is unfaithful dealeth unfaithfully: and he that is a spoiler, spoileth. Go up, O Elam, besiege, O Mede: I have made all the mourning thereof to cease. | τὸ ὅραμα, καὶ σκληρὸν ἀνηγγέλη μοι· ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ· ἐπʼ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπʼ ἐμὲ ἔρχονται· νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν. |
| 3 | Therefore are my loins filled with pain, anguish hath taken hold of me, as the anguish of a woman in labour: I fell down at the hearing of it, I was troubled at the seeing of it. | Διατοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν. |
| 4 | My heart failed, darkness amazed me: Babylon my beloved is become a wonder to me. | Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον. |
| 5 | Prepare the table, behold in the watchtower them that eat and drink: arise, ye princes, take up the shield. | Ἑτοίμασον τὴν τράπεζαν, φάγετε, πίετε· ἀναστάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεοὺς, |
| 6 | For thus hath the Lord said to me: Go, and set a watchman: and whatsoever he shall see, let him tell. | ὅτι οὕτως εἶπε πρὸς μὲ Κύριος, Βαδίσας σεαυτῷ στῆσον σκοπὸν, καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον. |
| 7 | And he saw a chariot with two horsemen, a rider upon an ass, and a rider upon a camel: and he beheld them diligently with much heed. | Καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, καὶ ἀναβάτη ὄνου, καὶ ἀναβάτην καμήλου· ἀκρόασαι ἀκρόασιν πολλήν, |
| 8 | And a lion cried out: I am upon the watchtower of the Lord, standing continually by day: and I am upon my ward, standing whole nights. | καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν· Κύριος εἶπεν, ἔστην διαπαντὸς ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα, |
| 9 | Behold this man cometh, the rider upon the chariot with two horsemen, and he answered, and said: Babylon is fallen, she is fallen, and all the graven gods thereof are broken unto the ground. | καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος· καὶ ἀποκριθεὶς εἶπε, πέπτωκε πέπτωκε Βαβυλὼν, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν. |
| 10 | O my thrashing and the children of my door, that which I have heard of the Lord of hosts, the God of Israel, I have declared unto you. | Ἀκούσατε οἱ καταλελειμμένοι, καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαὼθ, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. ΤΟ ὍΡΑΜΑ ΤΗΣ ἸΔΟΥΜΑΙΑΣ. |
| 11 | The burden of Duma calleth to me out of Seir: Watchman, what of the eight? watchman, what of the night? | Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηεὶρ, φυλάσσετε ἐπάλξεις. |
| 12 | The watchman said: The morning cometh, also the night: if you seek, seek: return, come. | Φυλάσσω τοπρωῒ καὶ τὴν νύκτα· ἐὰν ζητῇς ζήτει, καὶ παρʼ ἐμοὶ οἴκει, |
| 13 | The burden in Arabia. In the forest at evening you shall sleep, in the paths of Dedanim. | ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθῇς, ἢ ἐν τῇ ὁδῷ Δαιδάν. |
| 14 | Meeting the thirsty bring him water, you that inhabit the land of the south, meet with bread him that fleeth. | Εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμὰν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσι |
| 15 | For they are fled from before the swords, from the sword that hung over them, from the bent bow, from the face of a grievous battle. | διὰ τὸ πλῆθος τῶν πεφονευμένων, καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων, καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας, καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων, καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ. |
| 16 | For thus saith the Lord to me: Within a year, according to the years of a hireling, all the glory of Cedar shall be taken away. | Διότι οὕτως εἶπέ μοι Κύριος, ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδὰρ, |
| 17 | And the residue of the number of strong archers of the children of Cedar shall be diminished: for the Lord the God of Israel hath spoken it. | καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐλάλησε. ΤΟ ῬΗΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ. |
