Comparison
Isaiah 46
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Bel is broken, Nebo is destroyed: their idols are put upon beasts and cattle, your burdens of heavy weight even unto weariness. | Ἔπεσε Βὴλ, συνετρίβη Ναβὼ, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία, καὶ τὰ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι ἐκλευμένῳ, |
| 2 | They are consumed, and are broken together: they could not save him that carried them, and they themselves shall go into captivity. | καὶ πεινῶντι, οὐκ ἰσχύοντι, ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. |
| 3 | Hearken unto me, O house of Jacob, all the remnant of the house of Israel, who are carried by my bowels, are borne up by my womb. | Ἀκούετέ μου οἶκος τοῦ Ἰακὼβ, καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραὴλ, οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἐκ παιδίου ἕως γήρως· |
| 4 | Even to your old age I am the same, and to your grey hairs I will carry you: I have made you, and I will bear: I will carry and will save. | ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι, ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα, καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι, καὶ σώσω ὑμᾶς. |
| 5 | To whom have you likened me, and made me equal, and compared me, and made me like? | Τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι. |
| 6 | You that contribute gold out of the bag, and weigh out silver in the scales: and hire a goldsmith to make a god: and they fall down and worship. | Οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσυππίου, καὶ ἀργύριον ἐν ζυγῷ, στήσουσιν ἐν σταθμῷ, καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς. |
| 7 | They bear him on their shoulders and carry him, and set him in his piece, and he shall stand, and shall not stir out of his place. Yea, when they shall cry also unto him, he shall not hear: he shall not save them from tribulation. | Αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό ἐπὶ τοῦ τόπου αὐτοῦ, μένει, οὐ μὴ κινηθῇ· καὶ ὃς ἐὰν βοήσῃ πρὸς αὐτὸν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. |
| 8 | Remember this, and be ashamed: return, ye transgressors, to the heart. | Μνήσθητε ταῦτα, καὶ στενάξατε, μετανοήσατε οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ, |
| 9 | Remember the former age, for I am God, and there is no God beside, neither is there the like to me: | καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, |
| 10 | Who shew from the beginning the things that shall be at last, and from ancient times the things that as yet are not done, saying: My counsel shall stand, and all my will shall be done: | ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν γενέσθαι, καὶ ἅμα συνετελέσθη· καὶ εἶπα, πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι, ποιήσω· |
| 11 | Who call a bird from the east, and from a far country the man of my own will, and I have spoken, and will bring it to pass: I have created, and I will do it. Hear me, O ye hardhearted, who are far from justice. | Καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν, καὶ ἀπὸ γῆς πόῤῥωθεν περὶ ὧν βεβούλευμαι, ἐλάλησα, καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. |
| LXX 46:12 | — | Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης. |
| 12LXX 46:13 | I have brought my justice near, it shall not be afar off: and my salvation shall not tarry. I will give salvation in Sion, and my glory in Israel. | Ἤγγισα τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρʼ ἐμοῦ οὐ βραδυνῶ· δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα. |
