Comparison
Isaiah 36
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And it came to pass in the fourteenth year of king Ezechias, that Sennacherib king of the Assyrians came up against all the fenced cities of Juda, and took them. | Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἑζεκίου, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. |
| 2 | And the king of the Assyrians sent Rabsaces from Lachis to Jerusalem, to king Ezechias with a great army, and he stood by the conduit of the upper pool in the way of the fuller’s held. | Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ῥαβσάκην ἐκ Λάχης εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς· καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως. |
| 3 | And there went out to him Eliacim the son of Helcias, who was over the house, and Sobna the scribe, and Joahe the son of Asaph the recorder. | Καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἑλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος, καὶ Σόμνᾶς ὁ γραμματεὺς, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. |
| 4 | And Rabsaces said to them: Tell Ezechias: Thus saith the great king, the king of the Assyrians: What is this confidence wherein thou trustest? | Καὶ εἶπεν αὐτοῖς Ῥαβσάκης, εἴπατε Ἐζεκίᾳ, Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, βασιλεὺς Ἀσσυρίων, τί πεποιθὼς εἶ; |
| 5 | Or with what counsel or strength dost thou prepare for war? on whom dost thou trust, that thou art revolted from me? | Μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνα πέποιθας, ὅτι ἀπειθεῖς μοι; |
| 6 | Lo thou trustest upon this broken staff of a reed, upon Egypt: upon which if a man lean, it will go into his hand, and pierce it: so is Pharao king or Egypt to all that trust in him. | Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπʼ Αἴγυπτον· ὡς ἂν ἐπιστηρισθῇ ἀνὴρ ἐπʼ αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτὴν. οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ. |
| 7 | But if thou wilt answer me: We trust in the Lord our God: is it not he whose high places and altars Ezechias hath taken away, and hath said to Juda and Jerusalem: You shall worship before this altar? | Εἰ δὲ λέγετε, ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν, |
| 8 | And now deliver thyself up to my lord the king of the Assyrians, and I will give thee two thousand horses, and thou wilt not be able on thy part to find riders for them. | νῦν μίχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπʼ αὐτούς. |
| 9 | And how wilt thou stand against the face of the judge of one place, of the least of my master’s servants? But if thou trust in Egypt, in chariots and in horsemen: | Καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν· οἰκέται εἰσὶν, οἱ πεποιθότες ἐπʼ Αἴγυπτίοις, εἰς ἵππον καὶ ἀναβάτην. |
| 10 | And am I now come up without the Lord against this land to destroy it? The Lord said to me: Go up against this land, and destroy it. | Καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπε πρὸς μὲ, ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ διάφθειρον αὐτήν. |
| 11 | And Eliacim, and Sobna, and Joahe said to Rabsaces: Speak to thy servants in the Syrian tongue: for we understand it: speak not to us in the Jews’ language in the hearing of the people, that are upon the wall. | Καὶ εἶπε πρὸς αὐτὸν Ἑλιακεὶμ, καὶ Σομνᾶς, καὶ Ἰωὰχ, λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί· ἀκούομεν γὰρ ἡμεῖς· καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί· καὶ ἱνατί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει; |
| 12 | And Rabsaces said to them: Hath my master sent me to thy master and to thee, to speak all these words; and not rather to the men that sit on the wall; that they may eat their own dung, and drink their urine with you? | Καὶ εἶπε πρὸς αὐτοὺς Ῥαβσάκης, μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου, λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι κόπρον, καὶ πίωσιν οὖρον μεθʼ ὑμῶν ἅμα; |
| 13 | Then Rabsaces stood, and cried out with a loud voice in the Jews’ language, and said: Hear the words of the great king, the king of the Assyrians. | Καὶ ἔστη Ῥαβσάκης, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ, καὶ εἶπεν, ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως Ἀσσυρίων. |
| 14 | Thus saith the king: Let not Ezechias deceive you, for he shall not be able to deliver you. | Τάδε λέγει ὁ βασιλεύς, μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις, οὐ δύνηται ῥύσασθαι ὑμᾶς. |
| 15 | And let not Ezechias make you trust in the Lord, saying: The Lord will surely deliver us, and this city shall not be given into the hands of the king of the Assyrians. | Καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας, ὅτι ῥύσεται ὑμᾶς ὁ Θεὸς, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων. |
| 16 | Do not hearken to Ezechias: for thus said the king of the Assyrians: Do with me that which is for your advantage, and come out to me, and eat ye every one of his vine, and every one of his fig tree, and drink ye every one the water of his cistern, | Μὴ ἀκούετε Ἐζεκίου· τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων, εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μέ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκὰς, καὶ πίεσθε ὕδωρ ἐκ τοῦ λάκκου ὑμῶν, |
| 17 | Till I come and take you away to a land, like to your own, a land of corn and of wine, a land of bread and vineyards. | ἕως ἂν ἔλθω, καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων. |
| 18 | Neither let Ezechias trouble you, saying: The Lord will deliver us. Have any of the gods of the nations delivered their land out of the hand of the king of the Assyrians? | Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας, λέγων, ὁ Θεὸς ῥύσεται ὑμᾶς· μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν, ἕκαστος τὴν ἑαῦτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; |
| 19 | Where is the god of Emath and of Arphad? where is the god of Sepharvaim? have they delivered Samaria out of my hand? | Ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Ἐπφαρουαίμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου; |
| 20 | Who is there among all the gods of these lands, that hath delivered his country out of my hand, that the Lord may deliver Jerusalem out of my hand? | Τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων, ὅστις ἐῤῥύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου; |
| 21 | And they held their peace, and answered him not a word. For the king had commanded, saying: answer him not. | Καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι. |
| 22 | And Eliacim the son of Helcias, that was over the house, and Sobna the scribe, and Joahe the son of Asaph the recorder, went in to Ezechias with their garments rent, and told him the words of Rabsaces. | Καὶ εἰσῆλθεν Ἑλιακεὶμ ὁ τοῦ Χελκίου, οἰκονόμος, καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος, πρὸς Ἐζεκίαν, ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαβσάκου. |
