Comparison
Isaiah 41
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Let the islands keep silence before me, and the nations take new strength: let them come near, and then speak, let us come near to judgment together. | Ἐγκαινίζεσθε πρὸς μὲ νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν. |
| 2 | Who hath raised up the just one from the east, hath called him to follow him? he shall give the nations in his sight, and he shall rule over kings: he shall give them as the dust to his sword, as stubble driven by the wind, to his bow. | Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν. |
| 3 | He shall pursue them, he shall pass in peace, no path shall appear after his feet. | Καὶ διώξεται αὐτοὺς, διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. |
| 4 | Who hath wrought and done these things, calling the generations from the beginning? I the Lord, I am the first and the last. | Τίς ἐνήργησε, καὶ ἐποίησε ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. |
| 5 | The islands saw it, and feared, the ends of the earth were astonished, they drew near, and came. | Εἴδοσαν ἔθνη καὶ ἐφοβηθήσαν, τὰ ἄκρα τῆς γῆς ἤγγισαν, καὶ ἦλθον ἅμα, |
| 6 | Every one shall help his neighbour, and shall say to his brother: Be of good courage. | κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι· |
| 7 | The coppersmith striking with the hammer encouraged him that forged at that time, saying: It is ready for soldering: and he strengthened it with nails, that it should not be moved. | καὶ ἐρεῖ, ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρῃ, ἅμα ἐλαύνων· πότε μὲν ἐρεῖ, σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ, καὶ οὐ κινηθήσονται. |
| 8 | But thou Israel, art my servant, Jacob whom I have chosen, the seed of Abraham my friend: | Σὺ δὲ, Ἰσραὴλ παῖς μου Ἰακὼβ, καὶ ὃν ἐξελεξάμην, σπέρμα Ἁβραὰμ, ὃν ἠγάπησα· |
| 9 | In whom I have taken thee from the ends of the earth, and from the remote parts thereof have called thee, and said to thee: Thou art my servant, I have chosen thee, and have not cast thee away. | Οὗ ἀντελαβόμην ἀπʼ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, καὶ εἶπά σοι, παῖς μου εἶ, ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε. |
| 10 | Fear not, for I am with thee: turn not aside, for I am thy God: I have strengthened thee, and have helped thee, and the right hand of my just one hath upheld thee. | Μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, μὴ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. |
| 11 | Behold all that fight against thee shall be confounded and ashamed, they shall be as nothing, and the men shall perish that strive against thee. | Ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. |
| 12 | Thou shalt seek them, and shalt not find the men that resist thee: they shall be as nothing: and as a thing consumed the men that war against thee. | Ζητήσεις αὐτοὺς, καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε· |
| 13 | For I am the Lord thy God, who take thee by the hand, and say to thee: Fear not, I have helped thee. | Ὅτι ἐγὼ ὁ Θεός σου, ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι, |
| 14 | Fear not, thou worm of Jacob, you that are dead of Israel: I have helped thee, saith the Lord: and thy Redeemer the Holy One of Israel. | μὴ φοβοῦ Ἰακὼβ ὀλιγοστὸς Ἰσραὴλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς σου, ὁ λυτρούμενὸσσε Ἰσραήλ. |
| 15 | I have made thee as a new thrashing wain, with teeth like a saw: thou shall thrash the mountains, and break them in pieces: and shalt make the hills as chaff. | Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χνοῦν θήσεις, |
| 16 | Thou shalt fan them, and the wind shall carry them away, and the whirlwind shall scatter them: and thou shalt rejoice in the Lord, in the Holy One of Israel thou shalt be joyful. | καὶ λικήσεις, καὶ ἄνεμος λήμψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς· σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ. |
| 17 | The needy and the poor seek for waters, and there are none: their tongue hath been dry with thirst. I the Lord will hear them, I the God of Israel will not forsake them. | Καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς· ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη· ἐγὼ Κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, |
| 18 | I will open rivers in the high bills, and fountains in the midst of the plains: I will turn the desert into pools of waters, and the impassable land into streams of waters. | ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ πεδίων πηγάς· ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. |
| 19 | I will plant in the wilderness the cedar, and the thorn, and the myrtle, and the olive tree: I will set in the desert the fir tree, the elm, and the box tree together: | Θήσω εἰς τὴν ἄνυδρον γῆν, κέδρον καὶ πύξον, μυρσίνην καὶ κυπάρισσον, καὶ λεύκην· |
| 20 | That they may see and know, and consider, and understand together that the hand of the Lord hath done this, and the Holy One of Israel hath created it. | Ἵνα ἴδωσι καὶ γνῶσι, καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν. |
| 21 | Bring your cause near, saith the Lord: bring hither, if you have any thing to allege, saith the King of Jacob. | Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ Θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ. |
| 22 | Let them come, and tell us all things that are to come: tell us the former things what they were: and we will set our heart upon them, and shall know the latter end of them, and tell us the things that are to come. | Ἐγγισάτωσαν, καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν, εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα· |
| 23 | Shew the things that are to come hereafter, and we shall know that ye are gods. Do ye also good or evil, if you can: and let us speak, and see together. | εἴπατε ἡμῖν, ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπʼ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε· εὐποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα |
| 24 | Behold, you are of nothing, and your work of that which hath no being: he that hath chosen you is an abomination. | ὅτι πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς. |
| 25 | I have raised up one from the north, and he shall come from the rising of the sun: he shall call upon my name, and he shall make princes to be as dirt, and as the potter treading clay. | Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ Βοῤῥᾶ, καὶ τὸν ἀφʼ ἡλίου ἀνατολῶν· κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως, καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλὸν, οὕτω καταπατηθήσεσθε. |
| 26 | Who bath declared from the beginning, that we may know: and from time of old, that we may say: Thou art just. There is none that sheweth, nor that foretelleth, nor that heareth your words. | Τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν, καἰ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων, οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους. |
| 27 | The first shall say to Sion: Behold they are here, and to Jerusalem I will give an evangelist. | Ἀρχὴν Σιὼν δώσω, καὶ Ἱερουσαλὴμ παρακαλέσω εἰς ὁδόν. |
| 28 | And I saw, and there was no one even among them to consult, or who, when I asked, could answer a word. | Ἀπὸ γὰρ τῶν ἐθνῶν, ἰδοὺ οὐδείς· καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς, πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι. |
| 29 | Behold they are all in the wrong, and their works are vain: their idols are wind and vanity. | Εἰσὶ γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς. |
