Comparison
Isaiah 52
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Arise, arise, put on thy strength, O Sion, put on the garments of thy glory, O Jerusalem, the city of the Holy One: for henceforth the uncircumcised, and unclean shall no more pass through thee. | Ἐξεγείρου ἐξεγείρου Σιὼν, ἔνδυσαι τὴν ἰσχύν σου Σιὼν, καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου Ἱερουσαλὴμ πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος. |
| 2 | Shake thyself from the dust, arise, sit up, O Jerusalem: loose the bonds from off thy neck, O captive daughter of Sion. | Ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον Ἱερουσαλὴμ, ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου ἡ αἰχμάλωτος θυγάτηρ Σιών. |
| 3 | For thus saith the Lord: You were sold gratis, and you shall be redeemed without money. | Ὅτι τάδε λέγει Κύριος, δωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε. |
| 4 | For thus saith the Lord God: My people went down into Egypt at the beginning to sojourn there: and the Assyrian hath oppressed them without any cause at all. | Οὕτως λέγει Κύριος, εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. |
| 5 | And now what have I here, saith the Lord: for my people is taken away gratis. They that rule over them treat them unjustly, saith the Lord, and my name is continually blasphemed all the day long. | Καὶ νῦν τί ἐστὲ ὧδε; τάδε λέγει Κύριος, ὅτι ἐλήφθη ὁ λαός μου δωρεὰν, θαυμάζετε καὶ ὀλολύζετε· τάδε λέγει Κύριος, διʼ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. |
| 6 | Therefore my people shall know my name in that day: for I myself that spoke, behold I am here. | Διατοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, |
| 7 | How beautiful upon the mountains are the feet of him that bringeth good tidings, and that preacheth peace: of him that sheweth forth good, that preacheth salvation, that saith to Sion: Thy God shall reign! | ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθὰ, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιὼν βασιλεύσει σου ὁ Θεός. |
| 8 | The voice of thy watchmen: they have lifted up their voice, they shall praise together: for they shall see eye to eye when the Lord shall convert Sion. | Ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σιών. |
| 9 | Rejoice, and give praise together, O ye deserts of Jerusalem: for the Lord hath comforted his people: he hath redeemed Jerusalem. | Ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλὴμ, ὅτι ἠλέησε Κύριος αὐτὴν, καὶ ἐῤῥύσατο Ἱερουσαλήμ. |
| 10 | The Lord hath prepared his holy arm in the sight of all the Gentiles: and all the ends of the earth shall see the salvation of our God. | Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν. |
| 11 | Depart, depart, go ye out from thence, touch no unclean thing: go out of the midst of her, be ye clean, you that carry the vessels of the Lord. | Ἀπόστητε, ἀπόστητε, ἐξέλθατε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅψησθε, ἐξέλθατε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη Κυρίου· |
| 12 | For you shall not go out in a tumult, neither shall you make haste by flight: For the Lord will go before you, and the God of Israel will gather you together. | Ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ πορεύσεσθε· προπορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ ἐπισυνάγων ὑμᾶς Θεὸς Ἰσραήλ. |
| 13 | Behold my servant shall understand, he shall be exalted, and extolled, and shall be exceeding high. | Ἰδοὺ, συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται σφόδρα. |
| 14 | As many have been astonished at thee, so shall his visage be inglorious among men, and his form among the sons of men. | Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ τῶς ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων. |
| 15 | He shall sprinkle many nations, kings shall shut their mouth at him: for they to whom it was not told of him, have seen: and they that heard not, have beheld. | Οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπʼ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι. |
