Comparison
Isaiah 38
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | In those days Ezechias was sick even to death, and Isaias the son of Amos the prophet came unto him, and said to him: Thus saith the Lord: Take order with thy house, for thou shalt die, and not live. | Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. |
| 2 | And Ezechias turned his face toward the wall, and prayed to the Lord, | Καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τεῖχον, καὶ προσηύξατο πρὸς Κύριον, |
| 3 | And said: I beseech thee, O Lord, remember how I have walked before thee in truth, and with a perfect heart, and have done that which is good in thy sight. And Ezechias wept with great weeping. | λέγων, μνήσθητι Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ. |
| 4 | And the word of the Lord came to Isaias, saying: | Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν, λέγων, |
| 5 | Go and say to Ezechias: Thus saith the Lord the God of David thy father: I have heard thy prayer, and I have seen thy tears: behold I will add to thy days fifteen years: | πορεύθητι, καὶ εἰπὸν Ἐζεκίᾳ, τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη, |
| 6 | And I will deliver thee and this city out of the hand of the king of the Assyrians, and I will protect it. | καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης. |
| 7 | And this shall be a sign to thee from the Lord, that the Lord will do this word which he hath spoken: | Τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει ὁ Θεὸς τὸ ῥῆμα τοῦτο· |
| 8 | Behold I will bring again the shadow of the lines, by which it is now gone down in the sun dial of Achaz with the sun, ten lines backward. And the sun returned ten lines by the degrees by which it was gone down. | Ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ὁ ἥλιος, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς· καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς, οὓς κατέβη ἡ σκιά. |
| 9 | The writing of Ezechias king of Juda, when he had been sick, and was recovered of his sickness. | ΠΡΟΣΕΥΧΗ ἘΖΕΚΙΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ἸΟΥΔΑΙΑΣ, ἩΝΙΚΑ ἘΜΑΛΑΚΙΣΘΗ, ΚΑΙ ἈΝΕΣΤΗ ἘΚ ΤΗΣ ΜΑΛΑΚΙΑΣ ΑΥΤΟΥ. |
| 10 | I said: In the midst of my days I shall go to the gates of hell: I sought for the residue of my years. | Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου, πορεύσομαι ἐν πύλαις ἅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. |
| 11 | I said: I shall not see the Lord God in the land of the living. I shall behold man no more, nor the inhabitant of rest. | Εἶπα, οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ Ἰσραὴλ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον. |
| 12 | My generation is at an end, and it is rolled away from me, as a shepherd’s tent. My life is cut off, as by a weaver: whilst I was yet but beginning, he out me off: from morning even to night thou wilt make an end of me. | Ἐξέλιπεν ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ ἐπίλοιπον τῆς ζωῆς μου, ἐξῆλθε καὶ ἀπῆλθεν ἀπʼ ἐμοῦ ὥσπερ ὁ σκηνὴν καταλύων πήξας· ὡς ἱστὸς τὸ πνεῦμά μου παρʼ ἐμοὶ ἐγένετο, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. |
| 13 | I hoped till morning, as a lion so hath he broken all my bones: from morning even to night thou wilt make an end of me. | Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι, οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως νυκτὸς παρεδόθην. |
| 14 | I will cry like a young swallow, I will meditate like a dove: my eyes are weakened looking upward: Lord, I suffer violence, answer thou for me. | Ὡς χελιδὼν, οὕτω φωνήσω, καὶ ὡς περιστερὰ, οὕτω μελετῶ· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλατό με, |
| 15 | What shall I say, or what shall he answer for me, whereas he himself hath done it? I will recount to thee all my years in the bitterness of my soul. | καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς. |
| 16 | O Lord, if man’s life be such, and the life of my spirit be in such things as these, thou shalt correct me, and make me to live. | Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοὴν, καὶ παρακληθεὶς ἔζησα. |
| 17 | Behold in peace is my bitterness most bitter: but thou best delivered my soul that it should not perish, thou hast cast all my sins behind thy back. | Εἵλου γάρ μου τὴν ψυχὴν, ἴνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας. |
| 18 | For hell shall not confess to thee, neither shall death praise thee: nor shall they that go down into the pit, look for thy truth. | Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾄδου τὴν ἐλεημοσύνην σου. |
| 19 | The living, the living, he shall give praise to thee, as I do this day: the father shall make thy truth known to the children. | Οἱ ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κᾀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἅ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου |
| 20 | O Lord, save me, and we will sing our psalms all the days of our life in the house of the Lord. | Θεὲ τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ. |
| 21 | Now Isaias had ordered that they should take a lump of figs, and lay it as it plaster upon the wound, and that he should be healed. | Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν, λάβε παλάθην ἐκ σύκων, καὶ τρίψον, καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. |
| 22 | And Ezechias bed said: What shall be the sign that I shall go up to the house of the Lord? | Καὶ εἶπεν Ἐζεκίας, τοῦτο σημεῖον πρὸς Ἐζεκίαν, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ. |
