Comparison
Isaiah 57
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | The just perisheth, and no man layeth it to heart, and men of mercy are taken away, because there is none that understandeth; for the just man is taken away from before the face of evil. | Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ· ἀπὸ γὰρ προσώπου ἀδικίας ᾖρται ὁ δίκαιος. |
| 2 | Let peace come, let him rest in his bed that hath walked in his uprightness. | Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ᾖρται ἐκ τοῦ μέσου. |
| 3 | But draw near hither, you sons of the sorceress, the seed of the adulterer, and of the harlot. | Ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. |
| 4 | Upon whom have you jested? upon whom have you opened your mouth wide, and put out your tongue? are not you wicked children, a false seed, | Ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστέ τέκνα ἀπωλείας; σπέρμα ἄνομον; |
| 5 | Who seek your comfort in idols under every green tree, sacrificing children in the torrents, under the high rocks? | Οἱ παρακαλοῦντες εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀναμέσον τῶν πετρῶν; |
| 6 | In the parts of the torrent is thy portion, this is thy lot: and thou hast poured out libations to them, thou hast offered sacrifice. Shall I not be angry at these things? | Ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κᾀκείνοις ἐξέχεας σπονδὰς, καὶ τούτοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; |
| 7 | Upon a high and lofty mountain thou hast laid thy bed, and hast gone up thither to offer victims. | Ἐπʼ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας σου, |
| 8 | And behind the door, and behind the post thou best set up thy remembrance: for thou hast discovered thyself near me, and hast received an adulterer: thou hast enlarged thy bed, and made a covenant with them: thou hast loved their bed with open hand. | καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ᾤου, ὅτι ἐὰν ἀπʼ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις; ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ, |
| 9 | And thou hast adorned thyself for the king with ointment, and hast multiplied thy perfumes. Thou hast sent thy messengers far off, and wast debased even to hell. | καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετʼ αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου, καὶ ἐταπεινώθης ἕως ᾅδου. |
| 10 | Thou hast been wearied in the multitude of thy ways: yet thou saidst not: I will rest: thou hast found life of thy hand, therefore thou hast not asked. | Ταῖς πολυοδίαις σου ἐκοπίασας, καὶ οὐκ εἶπας παύσομαι ἐνισχύουσα· ὅτι ἔπραξας ταῦτα, διατοῦτο οὐ κατεδεήθης μου σύ. |
| 11 | For whom hast thou been solicitous and afraid, that thou hast lied, and hast not been mindful of me, nor thought on me in thy heart? for I am silent, and as one that seeth not, and thou hast forgotten me. | Τίνα εὐλαβηθεῖσα ἐφοβήθης, καὶ ἐψεύσω με, καὶ οὐκ ἐμνήσθης, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν, οὐδὲ εἰς τὴν καρδίαν σου; καὶ ἐγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης. |
| 12 | I will declare thy justice, and thy works shall not profit thee. | Καὶ ἐγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην σου, καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσει σε, |
| 13 | When thou shalt cry, let thy companies deliver thee, but the wind shall carry them all off, a breeze shall take them away, but he that putteth his trust in me, shall inherit the land, and shall possess my holy mount. | ὅταν ἀναβοήσῃς ἐξελέσθωσάν σε ἐν τή θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς· οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν, καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου· |
| 14 | And I will say: Make a way: give free passage, turn out of the path, take away the stumblingblocks out of the way of my people. | Καὶ ἐροῦσι, καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς, καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. |
| 15 | For thus saith the High and the Eminent that inhabiteth eternity: and his name is Holy, who dwelleth in the high and holy place, and with a contrite and humble spirit, to revive the spirit of the humble, and to revive the heart of the contrite. | Τάδε λέγει ὁ ὕψιστος, ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις, ὄνομα αὐτῷ, ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν. |
| 16 | For I will not contend for ever, neither will I be angry unto the end: because the spirit shall go forth from my face, and breathings I will make. | Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διαπαντὸς ὀργισθήσομαι ὑμῖν· πνεῦμα γὰρ παρʼ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. |
| 17 | For the iniquity of his covetousness I was angry, and I struck him: I hid my face from thee, and was angry: and he went away wandering in his own heart. | Διʼ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ ἐπάταξα αὐτὸν, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτοῦ, καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ. |
| 18 | I saw his ways, and I healed him, and brought him back, and restored comforts to him, and to them that mourn for him. | Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινὴν, |
| 19 | I created the fruit of the lips, peace, peace to him that is far off, and to him that is near, said the Lord, and I healed him. | εἰρήνην ἐπʼ εἰρήνῃ τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι· καὶ εἶπε Κύριος, ἰάσομαι αὐτοὺς. |
| 20 | But the wicked are like the raging sea, which cannot rest, and the waves thereof cast up dirt and mire. | Οἱ δὲ ἄδικοι κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνήσονται. |
| 21 | There is no peace to the wicked, saith the Lord God. | Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ Θεός. |
