Comparison
Exodus 8
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And the Lord said to Moses: Go in to Pharao, and thou shalt say to him: Thus saith the Lord: Let my people go to sacrifice to me. | Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, εἶπον Ἀαρὼν τῷ ἀδελφῷ σου, ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου ἐπὶ τοὺς ποταμοὺς, καὶ ἐπὶ τὰς διώρυγας, καὶ ἐπὶ τὰ ἕλη, καὶ ἀνάγαγε τοὺς βατράχους. |
| 2 | But if thou wilt not let them go behold I will strike all thy coasts with frogs. | Καὶ ἐξέτεινεν Ἀαρὼν τὴν χεῖρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου, καὶ ἀνήγαγε τοὺς βατράχους· καὶ ἀνεβιβάσθη ὁ βάτραχος, καὶ ἐκάλυψε τὴν γῆν Αἰγύπτου. |
| 3 | And the river shall bring forth an abundance of frogs: which shall come up, and enter into thy house, and thy bedchamber, and upon thy bed, and in the houses of thy servants, and to thy people, and into thy ovens, and into the remains of thy meats; | Ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακίαις αὐτῶν, καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου. |
| 4 | And the frogs shall come in to thee and to thy people, and to all thy servants. | Καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν, καὶ εἶπεν, εὔξασθε περὶ ἐμοῦ πρὸς Κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπʼ ἐμοῦ, καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ· καὶ ἐξαποστελῶ αὐτοὺς, καὶ θύσωσι τῷ Κυρίῳ. |
| 5 | And the Lord said to Moses: Say to Aaron, Stretch forth thy hand upon the streams and upon the rivers and the pools, and bring forth frogs upon the land of Egypt. | Εἶπε δὲ Μωυσῆς πρὸς Φαραὼ, τάξαι πρὸς με πότε εὔξομαι περὶ σοῦ, καὶ περὶ τῶν θεραπόντων σου, καὶ τοῦ λαοῦ σου, ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ, καὶ ἀπὸ τοῦ λαοῦ σου, καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. |
| 6 | And Aaron stretched forth his hand upon the waters of Egypt, and the frogs came up, and covered the land of Egypt. | Ὁ δὲ εἶπεν, εἰς αὔριον· εἶπεν οὖν, ὡς εἴρηκας· ἵνα εἰδῇς ὅτι οὐκ ἔστιν ἄλλος πλὴν Κυρίου· |
| 7 | And the magicians also by their enchantments did in like manner, and the brought forth frogs upon all the land of Egypt. | Καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ, καὶ ἀπὸ τῶν οἰκιῶν ὑμῶν, καὶ ἀπὸ τῶν ἐπαύλεων, καὶ ἀπὸ τῶν θεραπόντων σου, καὶ ἀπὸ τοῦ λαοῦ σου, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. |
| 8 | But Pharao called Moses and Aaron and said to them: Pray ye to the Lord to take away the frogs from me and from my people; and I will let the people go to sacrifice to the Lord. | Ἐξῆλθε δὲ Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ Φαραώ· καὶ ἐβόησε Μωυσῆς πρὸς Κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων, ὡς ἐτάξατο Φαραώ. |
| 9 | And Moses said to Pharao: Set me a time when I shall pray for thee, and for thy servants, and for thy people, that the frogs may be driven away from thee and from thy house, and from thy servants, and from thy people: and may remain only in the river. | Ἐποιήσε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς· καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν, καὶ ἐκ τῶν ἐπαύλεων, καὶ ἐκ τῶν ἀγρῶν. |
| 10 | And he answered: Tomorrow. But he said: I will do according to thy word; that thou mayst know that there is none like to the Lord our God. | Καὶ συνήγαγον αὐτοὺς, θημωνίας θημωνίας· καὶ ὤζεσεν ἡ γῆ. |
| 11 | And the frogs shall depart from thee, and from thy house, and from thy servants, and from thy people; and shall remain only in the river. | Ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος. |
| 12 | And Moses and Aaron went forth from Pharao: and Moses cried to the Lord for the promise, which he had made to Pharao concerning the frogs. | Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, εἶπον Ἀαρὼν, ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου, καὶ πάταξον τὸ χῶμα τῆς γῆς· καὶ ἔσονται σκνίφες ἔν τε τοῖς ἀνθρώποις, καὶ ἐν τοῖς τετράποσι, καὶ ἐν πάσῃ γῇ Αἰγύπτου. |
| 13 | And the Lord did according to the word of Moses: and the frogs died out of the houses, and out of the villages, and out of the fields: | Ἐξέτεινεν οὖν Ἀαρὼν τῇ χειρὶ τὴν ῥάβδον, καὶ ἐπάταξε τὸ χῶμα τῆς γῆς· καὶ ἐγένοντο οἱ σκνίφες ἐν τοῖς ἀνθρώποις, ἔν τε τοῖς τετράποσι, καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνίφες. |
| 14 | And they gathered them together into immense heaps, and the land was corrupted. | Ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς φαρμακίαις αὐτῶν, ἐξαγαγεῖν τὸν σκνῖφα, καὶ οὐκ ἠδύναντο· καὶ ἐγένοντο οἱ σκνίφες ἔν τε τοῖς ἀνθρώποις, καὶ ἐν τοῖς τετράποσιν. |
| 15 | And Pharao seeing that rest was given, hardened his own heart, and did not hear them, as the Lord had commanded. | Εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραῷ, δάκτυλος Θεοῦ ἐστι τοῦτο· καὶ ἐσκληρύνθη ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος. |
| 16 | And the Lord said to Moses: Say to Aaron, Stretch forth thy rod, and strike the dust of the earth: and may there be sciniphs in all the land of Egypt. | Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ὄρθρισον τὸ πρωΐ, καὶ στῆθι ἐναντίον Φαραώ· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ· καὶ ἐρεῖς πρὸς αὐτὸν, τάδε λέγει Κύριος, ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ. |
| 17 | And they did so. And Aaron stretched forth his hand, holding the rod: and he struck the dust of the earth, and there came sciniphs on men and on beasts: all the dust of the earth was turned into sciniphs through all the land of Egypt. | Ἐὰν δὲ μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἐπὶ σὲ, καὶ ἐπὶ τοὺς θεράποντάς σου, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν, κυνόμυιαν· καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίης, καὶ εἰς τὴν γῆν ἐφʼ ἧς εἰσιν ἐπʼ αὐτῆς. |
| 18 | And the magicians with their enchantments practiced in like manner, to bring forth sciniphs, and they could not and there were sciniphs as well on men as on beasts. | Καὶ παραδοξάσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσὲμ, ἐφʼ ἧς ὁ λαός μου ἔπεστιν ἐπʼ αὐτῆς, ἐφʼ ἧς οὐκ ἔσται ἐκεῖ ἡ κυνόμυια· ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς πάσης τῆς γῆς. |
| 19 | And the magicians said to Pharao This is the finger of God. And Pharao heart was hardened, and he hearkened not unto them, as the Lord had commanded. | Καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ, καὶ ἀνὰ μέσον τοῦ σου λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τοῦτο ἐπὶ τῆς γῆς. |
| 20 | The Lord also said to Moses: Arise early, and stand before Pharao: for he will go forth to the waters: and thou shalt say to him: Thus saith the Lord: Let my people go to sacrifice to me. | Ἐποίησε δὲ Κύριος οὕτως· καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ, καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ, καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου· καὶ ἐξωλοθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης. |
| 21 | But if thou wilt not let them go, behold I will send in upon thee, and upon thy servants, and upon thy houses all kind of flies: and the houses of the Egyptians shall be filled with flies of divers kinds, and the whole land wherein they shall be. | Ἐκάλεσε δὲ Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν, λέγων, ἐλθόντες θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ. |
| 22 | And I will make the land of Gessen wherein my people is, wonderful in that lay, so that flies shall not be there: and thou shalt know that I am the Lord in the midst of the earth. | Καὶ εἶπε Μωυσῆς, οὐ δυνατὸν γενέσθαι οὕτως· τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα. |
| 23 | And I will put a division between my people and thy people: tomorrow shall this sign be. | Ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον· καὶ θύσομεν τῷ Θεῷ ἡμῶν, καθάπερ εἶπεν Κύριος ἡμῖν. |
| 24 | And the Lord did so. And there came a very grievous swarm of flies into he houses of Pharao and of his servants, and into all the land of Egypt: and the land was corrupted by this kind of flies. | Καὶ εἶπε Φαραὼ, ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε τῷ Θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ· ἀλλʼ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον. |
| 25 | And Pharao called Moses and Aaron, and said to them: Go, and sacrifice to your God in this land. | Εἶπε δὲ Μωυσῆς, ὁ δὲ ἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ, καὶ εὔξομαι πρὸς τὸν Θεὸν, καὶ ἀπελεύσεται ἡ κυνόμυια καὶ ἀπὸ τῶν θεραπόντων σου, καὶ ἀπὸ τοῦ λαοῦ σου αὔριον· μὴ προσθῇς ἔτι Φαραὼ ἐξαπατῆσαι, τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαὸν θῦσαι Κυρίῳ. |
| 26 | And Moses said: It cannot be so: for we shall sacrifice the abominations of the Egyptians to the Lord our God: now if we kill those things which the Egyptians worship, in their presence, they will stone us. | Ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ, καὶ ηὔξατο πρὸς τὸν Θεόν. |
| 27 | We will go three days’ journey into the wilderness: and we will sacrifice to the Lord our God, as he hath commanded us. | Ἐποίησε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς· καὶ περιεῖλε τὴν κυνόμυιαν ἀπὸ Φαραὼ, καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ τοῦ λαοῦ αὐτοῦ, καὶ οὐ κατελείφθη οὐδεμία. |
| 28 | And Pharao said: I will let you go to sacrifice to the Lord your God in the wilderness: but go no farther: pray for me. | Καὶ ἐβάρυνε Φαραὼ τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν. |
| 29 | And Moses said: I will go out from thee, and will pray to the Lord: and the flies shall depart from Pharao, and from his servants, and from his people tomorrow: but do not deceive any more, in not letting the people go to sacrifice to the Lord. | — |
| 30 | So Moses went out from Pharao, and prayed to the Lord. | — |
| 31 | And he did according to his word: and he took away the flies from Pharao, and from his servants, and from his people: there was not left so much as one. | — |
| 32 | And Pharao’s heart was hardened, so that neither this time would he let the people go. | — |
