Comparison
Exodus 21
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | These are the judgments which thou shalt set before them. | Καὶ ταῦτα τὰ δικαιώματα, ἃ παραθήσῃ ἐνώπιον αὐτῶν. |
| 2 | If thou buy a Hebrew servant, six years shall he serve thee: in the seventh he shall go out free for nothing. | Ἐὰν κτήσῃ παῖδα Ἐβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν. |
| 3 | With what raiment he came in, with the like let him go out: if having a wife, his wife also shall go out with him. | Ἐὰν αὐτὸς μόνος εἰσέλθῃ, καὶ μόνος ἐξελεύσεται· ἐὰν δὲ γυνὴ συνεισέλθῃ μετʼ αὐτοῦ, ἐξελεύσεται καὶ ἡ γυνὴ αὐτοῦ. |
| 4 | But if his master gave him a wife, and she hath borne sons and daughters: the woman and her children shall be her master’s: but he himself shall go out with his raiment. | Καὶ ἐὰν δὲ ὁ κύριος δῷ αὐτῷ γυναῖκα, καὶ τέκῃ αὐτῷ υἱοὺς ἢ θυγατέρας, ἡ γυνὴ καὶ τὰ παιδία ἔσται τῷ κυρίῳ αὐτοῦ, αὐτὸς δὲ μόνος ἐξελεύσεται. |
| 5 | And if the servant shall say: I love my master and my wife and children, I will not go out free: | Ἐὰν δὲ ἀποκριθεὶς εἴπῃ ὁ παῖς, ἠγάπηκα τὸν κύριόν μου, καὶ τὴν γυναῖκα, καὶ τὰ παιδία, οὐκ ἀποτρέχω ἐλεύθερος· |
| 6 | His master shall bring him to the gods, and he shall be set to the door and the posts, and he shall bore his ear through with an awl: and he shall be his servant for ever. | προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ Θεοῦ, καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθμὸν, καὶ τρυπήσει ὁ κύριος αὐτοῦ τὸ οὖς τῷ ὀπητίῳ, καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα. |
| 7 | If any man sell his daughter to be a servant, she shall not go out as bondwomen are wont to go out. | Ἐὰν δέ τις ἀποδῶται τὴν ἑαυτοῦ θυγατέρα οἰκέτιν, οὐκ ἀπελεύσεται, ὥσπερ ἀποτρέχουσιν αἱ δοῦλαι. |
| 8 | If she displease the eyes of her master to whom she was delivered, he shall let her go: but he shall have no power to sell her to a foreign nation, if he despise her. | Ἐὰν μὴ εὐαρεστήσῃ τῷ κυρίῳ αὐτῆς, ἣ αὐτῷ καθωμολογήσατο, ἀπολυτρώσει αὐτήν· ἔθνει δὲ ἀλλοτρίῳ οὐ κύριός ἐστι πωλεῖν αὐτὴν, ὅτι ἠθέτησεν ἐν αὐτῇ. |
| 9 | But if he have betrothed her to his son, he shall deal with her after the manner of daughters. | Ἐὰν δὲ τῷ υἱῷ καθομολογήσηται αὐτὴν, κατὰ τὸ δικαίωμα τῶν θυγατέρων ποιήσει αὐτῇ. |
| 10 | And if he take another wife for him, he shall provide her a marriage, and raiment, neither shall he refuse the price of her chastity. | Ἐὰν δὲ ἄλλην λάβῃ ἑαυτῷ, τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτῆς οὐκ ἀποστερήσει. |
| 11 | If he do not these three things, she shall go out free without money. | Ἐὰν δὲ τὰ τρία ταῦτα μὴ ποιήσῃ αὐτῇ, ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου. |
| 12 | He that striketh a man with a will to kill him, shall be put to death. | Ἐὰν δὲ πατάξῃ τις τινὰ, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. |
| 13 | But he that did not lie in wait for him, but God delivered him into his hands: I will appoint thee a place to which he must flee. | Ὁ δὲ οὐχ ἑκὼν, ἀλλὰ ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. |
| 14 | If a man kill his neighbour on set purpose and by lying in wait for him: thou shalt take him away from my altar, that he may die. | Ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ, καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι. |
| 15 | He that striketh his father or mother, shall be put to death. | Ὃς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. |
| 16LXX 21:17 | He that shall steal a man, and sell him, being convicted of guilt, shall be put to death. | Ὃς ἐὰν κλέψῃ τις τινὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, καὶ εὑρεθῇ ἐν αὐτῷ, θανάτῳ τελευτάτω. |
| 17LXX 21:16 | He that curseth his father, or mother, shall die the death. | Ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, τελευτήσει θανάτῳ. |
| 18 | If men quarrel, and the one strike his neighbour with a stone or with his fist, and he die not, but keepeth his bed: | Ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατάξωσι τὸν πλησίον λίθῳ ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην, |
| 19 | If he rise again and walk abroad upon his staff, he that struck him shall be quit, yet so that he make restitution for his work, and for his expenses upon the physicians. | ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου, ἀθῶος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργείας αὐτοῦ ἀποτίσει, καὶ τὰ ἰατρεῖα. |
| 20 | He that striketh his bondman or bondwoman with a rod, and they die under his hands, shall be guilty of the crime. | Ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. |
| 21 | But if the party remain alive a day or two, he shall not be subject to the punishment, because it is his money. | Ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήτω· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν. |
| 22 | If men quarrel, and one strike a woman with child, and she miscarry indeed, but live herself: he shall be answerable for so much damage as the woman’s husband shall require, and as arbiters shall award. | Ἐὰν δὲ μάχωνται δύο ἄνδρες, καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται· καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικὸς, δώσει μετὰ ἀξιώματος. |
| 23 | But if her death ensue thereupon, he shall render life for life. | Ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς, |
| 24 | Eye for eye, tooth for tooth, hand for hand, foot for foot, | Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρὸς, πόδα ἀντὶ ποδὸς, |
| 25 | Burning for burning, wound for wound, stripe for stripe. | κατάκαυμα ἀντὶ κατακαύματος, τραῦμα ἀντὶ τραύματος, μώλωπα ἀντὶ μώλωπος. |
| 26 | If any man strike the eye of his manservant or maidservant, and leave them but one eye, he shall let them go free for the eye which he put out. | Ἐὰν δέ τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ, ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν. |
| 27 | Also if he strike out a tooth of his manservant or maidservant, he shall in like manner make them free. | Ἐὰν δὲ τὸν ὀδόντα τοῦ οἰκέτου, ἢ τὸν ὀδόντα τῆς θεραπαίνης αὐτοῦ ἐκκόψῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀδόντος αὐτῶν. |
| 28 | If an ox gore a man or a woman, and they die, he shall be stoned: and his flesh shall not be eaten, but the owner of the ox shall be quit. | Ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος ἔσται. |
| 29 | But if the ox was wont to push with his horn yesterday and the day before, and they warned his master, and he did not shut him up, and he shall kill a man or a woman: then the ox shall be stoned, an his owner also shall be put to death. | Ἐὰν δὲ ὁ ταῦρος κερατιστὴς ᾖ πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης, καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα, ὁ ταῦρος λιθοβοληθήσεται, καὶ ὁ κύριος αὐτοῦ προσαποθανεῖται. |
| 30 | And if they set a price upon him, he shall give for his life whatsoever is laid upon him. | Ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῶ. |
| 31 | If he have gored a son, or a daughter, he shall fall under the like sentence. | Ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίσῃ, κατὰ τὸ δικαίωμα τοῦτο ποιήσωσιν αὐτῷ. |
| 32 | If he assault a bondman or a bond woman, he shall give thirty sicles of silver to their master, and the ox shall be stoned. | Ἐὰν δὲ παῖδα κερατίσῃ ὁ ταῦρος ἢ παιδίσκην, ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται. |
| 33 | If a man open a pit, and dig one, and cover it not, and an ox or an ass fall into it, | Ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατομήσῃ λάκκον, καὶ μὴ καλύψῃ αὐτὸν, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος ἢ ὄνος, |
| 34 | The owner of the pit shall pay the price of the beasts: and that which is dead shall be his own. | ὁ κύριος τοῦ λάκκου ἀποτίσει, ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν· τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται. |
| 35 | If one man’s ox gore another man’s ox, and he die: they shall sell the live ox, and shall divide the price, and the carcass of that which died they shall part between them: | Ἐὰν δὲ κερατίσῃ τινὸς ταῦρος τόν ταῦρον τοῦ πλησίον, καὶ τελευτήσῃ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα, καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται. |
| 36 | But if he knew that his ox was wont to push yesterday and the day before, and his master did not keep him in: he shall pay ox for ox, and shall take the whole carcass. | Ἐὰν δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατιστής ἐστι πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας, καὶ διαμεμαρτυρημένοι ὦσι τῷ κυρίῳ αὐτοῦ· καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀποτίσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται. |
