Comparison
Exodus 39
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And he made, of violet and purple, scarlet and fine linen, the vestments for Aaron to wear when he ministered in the holy places, as the Lord commanded Moses. | Πᾶν τὸ χρυσίον, ὃ κατειργάσθη εἰς τὰ ἔργα κατὰ πᾶσαν τὴν ἐργασίαν τῶν ἁγίων, ἐγένετο χρυσίου τοῦ τῆς ἀπαρχῆς, ἐννέα καὶ εἴκοσι τάλαντα, καὶ ἑπτακόσιοι εἴκοσι σίκλοι κατὰ τὸν σίκλον τὸν ἅγιον· |
| 2LXX 36:9 | So he made an ephod of gold, violet, and purple, and scarlet twice dyed, and fine twisted linen. | Καὶ ἐποίησε τὴν ἐπωμίδα ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης· |
| 3LXX 36:10 | With embroidered work: and he cut thin plates of gold, and drew them small into threads, that they might be twisted with the woof of the aforesaid colours, | καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες, ὥστε συνυφάναι σὺν τῇ ὑακίνθῳ, καὶ τῇ πορφύρᾳ, καὶ σὺν τῷ κοκκίνῳ τῷ διανενησμένῳ, καὶ τῇ βύσσῳ τῇ κεκλωσμένῃ· ἔργον ὑφαντὸν ἐποίησαν αὐτό· |
| 4LXX 36:11 | And two borders coupled one to the other in the top on either side, | ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν, ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένα καθʼ ἑαυτό. |
| 5LXX 36:12 | And a girdle of the same colours, as the Lord had commanded Moses. | Ἐξ αὐτοῦ ἐποίησαν αὐτὸ κατὰ τὴν αὐτοῦ ποίησιν, ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ· |
| 6LXX 36:13 | He prepared also two onyx stones, fast set and closed in gold, and graven by the art of a lapidary, with the names of the children of Israel: | καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συνπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ, γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐγκόλαμμα σφραγίδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραήλ· |
| 7LXX 36:14 | And he set them in the sides of the ephod for a memorial of the children of Israel, as the Lord had commanded Moses. | καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος, λίθους μνημοσύνου τῶν υἱῶν Ἰσραὴλ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. |
| 8LXX 36:15 | He made also a rational with embroidered work, according to the work of the ephod, of gold, violet, purple, and scarlet twice dyed, and fine twisted linen, | Καὶ ἐποίησαν λογεῖον, ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος, ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης· |
| 9LXX 36:16 | Foursquare, double, of the measure of a span. | τετράγωνον διπλοῦν ἐπόησαν τὸ λογεῖον· σπιθαμῆς τὸ μῆκος, καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν. |
| 10LXX 36:17 | And he set four rows of precious stones in it. In the first row was a sardius, a topaz, and emerald. | Καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς· |
| 11 | In the second, a carbuncle, a sapphire, and a jasper. | Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν· |
| 12 | In the third, a ligurius, an agate, and an amethyst. | Τὸ δὲ λοιπὸν χρυσίον τοῦ ἀφαιρέματος ἐποίησαν σκεύη εἰς τὸ λειτουργεῖν ἐν αὐτοῖς ἔναντι Κυρίου· |
| 13LXX 36:20 | In the fourth, a chrysolite, an onyx, and a beryl, set and enclosed in gold by their rows. | καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκυκλωμένα χρυσίῳ, καὶ συνδεδεμένα χρυσίῳ. |
| 14LXX 36:21 | And the twelve stones were engraved with the names of the twelve tribes of Israel, each one with its several name. | Καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα, ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγλυμμένα εἰς σφραγίδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς. |
| 15LXX 36:22 | They made also in the rational little chains linked one to another of the purest gold, | Καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἐμπλοκίου, ἐκ χρυσίου καθαροῦ. |
| 16LXX 36:23 | And two hooks, and as many rings of gold. And they set the rings on either side of the rational, | Καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς, καὶ δύο δακτυλίους χρυσοῦς· καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπʼ ἀμφοτέρας τὰς ἀρχὰς τοῦ λογείου. |
| 17LXX 36:25 | On which rings the two golden chains should hang, which they put into the hooks that stood out in the corners of the ephod. | καὶ εἰς τὰς δύο συμβολὰς τὰ δύο ἐμπλόκια. Καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας· καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξεναντίας κατὰ πρόσωπον. |
| 18LXX 36:26 | These both before and behind so answered one another, that the ephod and the rational were bound together, | Καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπʼ ἄκρου τοῦ λογείου, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν· |
| 19LXX 36:27 | Being fastened to the girdle and strongly coupled with rings, which a violet fillet joined, lest they should flag loose, and be moved one from the other, as the Lord commanded Moses. | Καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κάτωθεν αὐτοῦ, κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωμίδος· |
| 20LXX 36:28 | They made also the tunick of the ephod all of violet, | καὶ συνέσφιγξε τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπʼ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνθου, συμπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται τὸ λογεῖον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. |
| 21LXX 36:29 | And a hole for the head in the upper part at the middle, and a woven border round about the hole: | Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα, ἔργον ὑφαντὸν, ὅλον ὑακίνθινον· |
| 22LXX 36:30 | And beneath at the feet pomegranates of violet, purple, scarlet, and fine twisted linen: | τὸ δὲ περιστόμιον τοῦ ὑποδύτου ἐν τῷ μέσῳ διυφασμένον συμπλεκτὸν, ὤαν ἔχον κύκλῳ τὸ περιστόμιονν ἀδιάλυτον· |
| 23LXX 36:31 | And little bells of the purest gold, which they put between the pomegranates at the bottom of the tunick round about: | Καὶ ἐποίησαν ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοΐσκους, ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης. |
| 24LXX 36:32 | To wit, a bell of gold, and a pomegranate, wherewith the high priest went adorned, when he discharged his ministry, as the Lord had commanded Moses. | Καὶ ἐποίησαν κώδωνας χρυσοῦς, καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ῥοΐσκων· |
| 25LXX 36:33 | They made also fine linen tunicks with woven work for Aaron and his sons: | κώδων χρυσοῦς καὶ ῥοΐσκος ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ, εἰς τὸ λειτουργεῖν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. |
| 26LXX 36:34 | And mitres with their little crowns of fine linen: | Καὶ ἐποίησαν χιτῶνας βυσσίνους, ἔργον ὑφαντὸν, Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, |
| 27LXX 36:35 | And linen breeches of fine linen: | καὶ τὰς κιδάρεις ἐκ βύσσου, καὶ τὴν μίτραν ἐκ βύσσου, καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλωσμένης, |
| 28LXX 36:36 | And a girdle of fine twisted linen, violet, purple, and scarlet twice dyed, of embroidery work, as the Lord had commanded Moses. | καὶ τὰς ζώνας αὐτῶν ἐκ βύσσου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, ἔργον ποικιλτοῦ, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. |
| 29LXX 36:37 | They made also the plate of sacred veneration of the purest gold, and they wrote on it with the engraving of a lapidary, The Holy of the Lord: | Καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν, ἀφόρισμα τοῦ ἁγίου, χρυσίου καθαροῦ· καὶ ἔγραψεν ἐπʼ αὐτοῦ γράμματα ἐκτετυπωμένα, σφραγίδος, Ἁγίασμα Κυρίῳ· |
| 30LXX 36:38 | And they fastened it to the mitre with a violet fillet, as the Lord had commanded Moses. | Καὶ ἐπέθηκαν ἐπὶ τὸ λῶμα ὑακίνθινον, ὥστε ἐπικεῖσθαι ἐπὶ τὴν μίτραν ἄνωθεν, ὅν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. |
| 31 | So all the work of the tabernacle and of the roof of the testimony was finished: and the children of Israel did all things which the Lord had commanded Moses. | — |
| 32 | And they offered the tabernacle and the roof and the whole furniture, the rings, the boards, the bars, the pillars, and their sockets, | — |
| 33 | The cover of rams’ skins dyed red, and the other cover of violet skins, | — |
| 34 | The veil, the ark, the bars, the propitiatory, | — |
| 35 | The table, with the vessels thereof, and the loaves of proposition: | — |
| 36 | The candlestick, the lamps, and the furniture of them with the oil: | — |
| 37 | The altar of gold, and the ointment, and the incense of spices: | — |
| 38 | And the hanging in the entry of the tabernacle: | — |
| 39 | The altar of brass, the grate, the bars, and all the vessels thereof: the laver with the foot thereof: the hangings of the court, and the pillars with their sockets: | — |
| 40 | The hanging in the entry of the court, and the little cords, and the pins thereof. Nothing was wanting of the vessels, that were commanded to be made for the ministry of the tabernacle, and for the roof of the covenant. | — |
| 41 | The vestments also, which the priests, to wit, Aaron and his sons, used in the sanctuary, | — |
| 42 | The children of Israel offered as the Lord had commanded. | — |
| 43 | And when Moses saw all things finished, he blessed them. | — |
