Comparison
Exodus 31
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And the Lord spoke to Moses, saying: | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, |
| 2 | Behold, I have called by name Beseleel the son of Uri the son of Hur of the tribe of Juda, | ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρείου τὸν Ὣρ, ἐκ τῆς φυλῆς Ἰούδα. |
| 3 | And I have filled him with the spirit of God, with wisdom and understanding, and knowledge in all manner of work. | Καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης, ἐν παντὶ ἔργῳ διανοεῖσθαι, |
| 4 | To devise whatsoever may be artificially made of gold, and silver, and brass, | καὶ ἀρχιτεκτονῆσαι, ἐργάζεσθαι τὸ χρυσίον, καὶ τὸ ἀργύριον, καὶ τὸν χαλκὸν, καὶ τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον τὸ νηστὸν, |
| 5 | Of marble, and precious stones, and variety of wood. | καὶ τὰ λιθουργικὰ, καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα. |
| 6 | And I have given him for his companion Ooliab the son of Achisamech of the tribe of Dan. And I have put wisdom in the heart of every skillful man, that they may make all things which I have commanded thee, | Καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δάν· καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν· |
| 7 | The tabernacle of the covenant, and the ark of the testimony, and the propitiatory that is over it, and all the vessels of the tabernacle, | καὶ πονήσουσι πάντα ὅσα συνέταξά σοι, τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς διαθήκης, καὶ τὸ ἱλαστήριον τὸ ἐπʼ αὐτῆς, καὶ τὴν διασκευὴν τῆς σκηνῆς, |
| 8 | And the table and the vessels thereof, the most pure candlestick with the vessels thereof, and the altars of incense, | καὶ τὰ θυσιαστήρια, καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτῆς |
| 9 | And of holocaust, and all their vessels, the laver with its foot, | καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, |
| 10 | The holy vestments in the ministry for Aaron the priest, and for his sons, that they may execute their office about the sacred things: | καὶ τὰς στολὰς τὰς λειτουργικὰς Ἀαρὼν, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι, |
| 11 | The oil of unction, and the incense of spices in the sanctuary, all things which I have commanded thee, shall they make. | καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου· κατὰ πάντα ὅσα ἐγὼ ἐνετειλάμην σοι, ποιήσουσι. |
| 12 | And the Lord spoke to Moses, saying: | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, |
| 13 | Speak to the children of Israel, and thou shalt say to them: See that thou keep my sabbath: because it is a sign between me and you in your generations: that you may know that I am the Lord, who sanctify you. | Καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, Ὁρᾶτε, καὶ τὰ σάββατά μου φυλάξεσθε· σημεῖόν ἐστι παρʼ ἐμοὶ καὶ ἐν ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν, ἵνα γνῶτε ὅτι ἐγὼ Κύριος ὁ ἁγιάξων ὑμᾶς. |
| 14 | Keep you my sabbath: for it is holy unto you: he that shall profane it, shall be put to death: he that shall do my work in it, his soul shall perish out of the midst of his people. | καὶ φυλάξεσθε τὰ σάββατα, ὅτι ἅγιον τοῦτό ἐστι Κυρίῳ ὑμῖν· ὁ βεβηλῶν αὐτὸ, θανάτῳ θανατωθήσεται· πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ. |
| 15 | Six days shall you do work: in the seventh day is the sabbath, the rest holy to the Lord. Every one that shall do any work on this day, shall die. | ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις ἁγία τῷ κυρίῳ· πᾶς ὃς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ θανατωθήσεται. |
| 16 | Let the children of Israel keep the sabbath, and celebrate it in their generations. It is an everlasting covenant | Καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰ σάββατα, ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν· |
| 17 | Between me and the children of Israel, and a perpetual sign. For in six days the Lord made heaven and earth, and in the seventh he ceased from work. | Διαθήκη αἰώνιος ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραὴλ, σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον· ὅτι ἓξ ἡμεραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσε, καὶ ἐπαύσατο. |
| 18 | And the Lord, when he had ended these words in mount Sinai, gave to Moses two stone tables of testimony, written with the finger of God. | Καὶ ἔδωκε Μωυσῇ ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ Σινὰ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ Θεοῦ. |
