Comparison
Exodus 35
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And all the multitude of the children of Israel being gathered together, he said to them: These are the things which the Lord hath commanded to be done. | Καὶ συνήθροισε Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, καὶ εἶπεν, οὗτοι οἱ λόγοι, οὓς εἶπε Κύριος ποιῆσαι αὐτούς. |
| 2 | Six days you shall do work: the seventh day shall be holy unto you, the sabbath, and the rest of the Lord: he that shall do any work on it, shall be put to death. | Ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις· ἅγια, σάββατα· ἀνάπαυσις Κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ, τελευτάτω. |
| 3 | You shall kindle no fire in any of your habitations on the sabbath day. | Οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ Κύριος. |
| 4 | And Moses said to all the assembly of the children of Israel: This is the word the Lord hath commanded, saying: | Καὶ εἶπε Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγων, τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε Κύριος, λέγων, |
| 5 | Set aside with you firstfruits to the Lord. Let every one that is willing and hath a ready heart, offer them to the Lord: gold, and silver, and brass, | λάβετε παρʼ ὑμῶν αὐτῶν ἀφαίρεμα Κυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ, οἴσουσι τὰς ἀπαρχὰς Κυρίῳ, χρυσίον, ἀργύριον, χαλκὸν, |
| 6 | Violet and purple, and scarlet twice dyed, and fine linen, goats’ hair, | ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον, καὶ βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγείας, |
| 7 | And rams’ skins dyed red, and violet coloured skins, setim wood, | καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ δέρματα ὑακινθινα, καὶ ξύλα ἄσηπτα, |
| 8 | And oil to maintain lights, and to make ointment, and most sweet incense. | — |
| 9 | Onyx stones, and precious stones, for the adorning of the ephod and the rational. | καὶ λίθους σαρδίου, καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη. |
| 10 | Whosoever of you is wise, let him come, and make that which the Lord hath commanded: | Καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν, ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξε Κύριος· |
| 11 | To wit, the tabernacle and the roof thereof, and the cover, the rings, and the board work with the oars, the pillars, and the sockets: | Τὴν σκηνὴν, καὶ τὰ παραρύματα, καὶ τὰ κατακαλύμματα, καὶ τὰ διατόνια, καὶ τοὺς μοχλοὺς, καὶ τοὺς στύλους, |
| 12 | The ark and the staves, the propitiatory, and the veil that is drawn before it: | καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ τοὺς ἀναφορεῖς αὐτῆς, καὶ τὸ ἱλαστήριον αὐτῆς, καὶ τὸ καταπέτασμα, καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶ τοὺς στύλους αὐτῆς, καὶ τοὺς λίθους τοὺς τῆς σμαράγδου, καὶ τὸ θυμίαμα, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, |
| 13 | The table with the bars and the vessels, and the loaves of proposition: | καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, |
| 14 | The candlestick to bear up the lights, the vessels thereof and the lamps, and the oil for the nourishing of fires: | καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς, |
| 15 | The altar of incense, and the bars, and the oil of unction and the incense of spices: the hanging at the door of the tabernacle: | — |
| 16 | The altar of holocaust, and its grate of brass, with the bars and vessels thereof: the laver and its foot: | καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ, |
| 17 | The curtains of the court with the pillars and the sockets, the hanging in the doors of the entry, | — |
| 18 | The pins of the tabernacle and of the court with their little cords: | — |
| 19 | The vestments that are to be used in the ministry of the sanctuary, the vesture of Aaron the high priest, and of his sons, to do the office of priesthood to me. | καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰς στολὰς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς, καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ἀαρὼν τῆς ἱερατίας, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ τὸ θυμίαμα τῆς συνθέσεως. |
| 20 | And all the multitude of the children of Israel going out from the presence of Moses, | Καὶ ἐξῆλθε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἀπὸ Μωυσῆ. |
| 21 | Offered firstfruits to the Lord with a most ready and devout mind, to make the work of the tabernacle of the testimony. Whatsoever was necessary to the service, and to the holy vestments, | Καὶ ἤνεγκαν ἕκαστος, ὧν ἔφερεν ἡ καρδία αὐτῶν, καὶ ὅσοις ἔδοξε τῇ ψυχῇ αὐτῶν, ἀφαίρεμα· καὶ ἤνεγκαν ἀφαίρεμα Κυρίῳ εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου. |
| 22 | Both men and women gave bracelets and earrings, rings and tablets: every vessel of gold was set aside to be offered to the Lord. | Καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν, πᾶς ᾧ ἔδοξε τῇ διανοίᾳ, ἤνεγκαν σφραγίδας, καὶ ἐνώτια, καὶ δακτυλίους, καὶ ἐμπλόκια, καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν. |
| 23 | If any man had violet, and purple, and scarlet twice dyed, fine linen and goats’ hair, rams’ skins dyed red, and violet coloured skins, | Καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου Κυρίῳ, καὶ παρʼ ᾧ εὑρέθη βύσσος· καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα ἤνεγκαν. |
| 24 | Metal of silver and brass, they offered it to the Lord, and setim wood for divers uses. | Καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα, ἤνεγκαν ἀργύριον καὶ χαλκὸν, τὰ ἀφαιρέματα Κυρίῳ· καὶ παρʼ οἷς εὑρέθη ξύλα ἄσηπτα· καὶ εἰς πάντα τὰ ἔργα τῆς παρασκευῆς ἤνεγκαν. |
| 25 | The skillful women also gave such things as they had spun, violet, purple, and scarlet, and fine linen, | Καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶ νήθειν, ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον, καὶ τὴν βύσσον. |
| 26 | And goats’ hair, giving all of their own accord. | Καὶ πᾶσαι αἱ γυναῖκες, αἷς ἔδοξε τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ, ἔνησαν τὰς τρίχας τὰς αἰγείας. |
| 27 | But the princes offered onyx stone, and precious stones, for the ephod and the rational, | Καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου, καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα, καὶ τὸ λογεῖον, |
| 28 | And spices and oil for the lights, and for the preparing of ointment, and to make the incense of most sweet savour. | καὶ τὰς συνθέσεις, καὶ εἰς τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὴν συνθεσιν τοῦ θυμιάματος. |
| 29 | All both men and women with devout mind offered gifts, that the works might be done which the Lord had commanded by the hand of Moses. All the children of Israel dedicated voluntary offerings to the Lord. | Καὶ πᾶς ἀνὴρ καὶ γυνὴ, ὧν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα, ὅσα συνέταξε Κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ, ἀφαίρεμα Κυρίῳ. |
| 30 | And Moses said to the children of Israel: Behold the Lord hath called by name Beseleel the son of Uri the son of Hur of the tribe of Juda. | Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ, Ἰδοὺ ἀνακέκληκεν ὁ Θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρείου τὸν Ὢρ, ἐκ τῆς φυλῆς Ἰούδα, |
| 31 | And hath filled him with the spirit of God, with wisdom and understanding and knowledge and all learning. | καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως, καὶ ἐπιστήμης πάντων, |
| 32 | To devise and to work in gold and silver and brass, | ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν, |
| 33 | And in engraving stones, and in carpenters’ work. Whatsoever can be devised artificially, | καὶ λιθουργῆσαι τὸν λίθον, καὶ κατεργάζεσθαι τὰ ξύλα, καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας. |
| 34 | He hath given in his heart: Ooliab also the son of Achisamech of the tribe of Dan: | Καὶ προβιβάσαι γε ἔδωκεν ἐν τῇ διανοίᾳ αὐτῷ τε, καὶ τῷ Ἐλιὰβ τῷ τοῦ Ἀχισαμὰκ, ἐκ φυλῆς Δάν· |
| 35 | Both of them hath he instructed with wisdom, to do carpenters’ work and tapestry, and embroidery in blue and purple, and scarlet twice dyed, and fine linen, and to weave all things, and to invent all new things. | Καὶ ἐνέπλησεν αὐτοὺς σοφίας, συνέσεως, διανοίας, πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου, καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφάναι τῷ κοκκίνῳ, καὶ τῇ βύσσῳ, ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας, ποικιλίας. |
