Comparison
Exodus 33
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And the Lord spoke to Moses, saying: God, get thee up from this place, thou and thy people which thou has brought out of the land of Egypt, into the land concerning which I swore to Abraham, Isaac, and Jacob, saying: To thy seed I will give it. | Καὶ εἶπε Κύριος πρὸς Μωυσῆς, προπορεύου, ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ὤμοσα τῷ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, λέγων, Τῷ σπέρματι ὑμῶν δώσω αὐτήν. |
| 2 | And I will send an angel before thee, that I may cast out the Chanaanite, and the Amorrhite, and the Hethite, and the Pherezite, and the Hevite, and the Jebusite. | Καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου· καὶ ἐκβαλεῖ τὸν Ἀμοῤῥαῖον, καὶ Χετταῖον, καὶ Φερεζαῖον, καὶ Γεργεσαῖον, καὶ Εὐαῖον, καὶ Ἰεβουσαῖον, καὶ Χαναναῖον. |
| 3 | That thou mayst enter into the land that floweth with milk and honey. For I will not go up with thee, because thou art a stiffnecked people: lest I destroy thee in the way. | Καὶ εἰσάξω σε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι· οὐ γὰρ μὴ συναναβῶ μετὰ σου, διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι, ἵνα μὴ ἐξαναλώσω σεε ἐν τῇ ὁδῷ. |
| 4 | And the people hearing these very bad tidings, mourned: and no man put on his ornaments according to custom. | Καὶ ἀκούσας ὁ λαὸς τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, κατεπένθησεν ἐν πενθικοῖς. |
| 5 | And the Lord said to Moses: Say to the children of Israel: Thou are a stiffnecked people; once I shall come up in the midst of thee, and shall destroy thee. Now presently lay aside thy ornaments, that I may know what to do with thee. | Καὶ εἶπε Κύριος τοῖς υἱοῖς Ἰσραὴλ, ὑμεῖς λαὸς σκληροτράχηλος· ὁρᾶτε, μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφʼ ὑμᾶς, καὶ ἐξαναλώσω ὑμᾶς· νῦν οὖν ἀφέλεσθε τὰς στολὰς τῶν δοξῶν ὑμῶν, καὶ τὸν κόσμον, καὶ δείξω σοι ἃ ποιήσω σοι. |
| 6 | So the children of Israel laid aside their ornaments by mount Horeb. | Καὶ περιέλαντο οἱ υἱοὶ Ἰσραὴλ τὸν κόσμον αὐτῶν, καὶ τὴν περιστολὴν ἀπὸ τοῦ ὄρους τοῦ Χωρήβ. |
| 7 | Moses also taking the tabernacle, pitched it without the camp afar off, and called the name thereof, The tabernacle of the covenant. And all the people that had any question, went forth to the tabernacle of the covenant, without the camp. | Καὶ λαβὼν Μωυσῆς τὴν σκηνὴν αὐτοῦ, ἔπηξεν ἔξω τῆς παρεμβολῆς, μακρὰν ἀπὸ τῆς παρεμβολῆς· καὶ ἐκλήθν Σκηνὴ μαρτυρίου· καὶ ἐγένετο, πᾶς ὁ ζητῶν Κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν τὴν ἔξω τῆς παρεμβολῆς. |
| 8 | And when Moses went forth to the tabernacle, all the people rose up, and every one stood in the door of his pavilion, and they beheld the back of Moses, till he went into the tabernacle. | Ἡνίκα δʼ ἂν εἰσεπορεύετο Μωυσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς, εἱστήκει πᾶς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τῆς σκηνῆς αὐτοῦ· καὶ κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνὴν. |
| 9 | And when he was gone into the tabernacle of the covenant, the pillar of the cloud came down, and stood at the door, and he spoke with Moses. | Ὡς δʼ ἂν εἰσῆλθε Μωσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στύλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἐλάλει Μωσῇ· |
| 10 | And all saw that the pillar of the cloud stood at the door of the tabernacle. And they stood, and worshipped at the doors of their tents. | καὶ ἐλάλει Μωυσῇ. Καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στύλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς· καὶ στάντες πᾶς ὁ λαὸς, προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. |
| 11 | And the Lord spoke to Moses face to face, as a man is wont to speak to his friend. And when he returned into the camp, his servant Josue the son of Nun, a young man, departed not from the tabernacle. | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἴτις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον· καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν· ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυὴ νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. |
| 12 | And Moses said to the Lord; Thou commandest me to lead forth this people: and thou dost not let me know whom thou wilt send with me, especially whereas thou hast said: I know thee by name, and thou hast found favour in my sight. | Καὶ εἶπε Μωυσῆς, πρὸς Κύριον, Ἰδοὺ σύ μοι λέγεις, ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μετʼ ἐμοῦ· σὺ δέ μοι εἶπας, Οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρʼ ἐμοί. |
| 13 | If therefore I have found favour in thy sight, show me thy face, that I may know thee, and may find grace before thy eyes: look upon thy people this nation. | Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου,, καὶ ἵνα γνῶ, ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. |
| 14 | And the Lord said: My face shall go before thee, and I will give thee rest. | Καὶ λέγει, αὐτὸς προπορεύσομαί σου, καὶ καταπαύσω σε. |
| 15 | And Moses said: If thou thyself dost not go before, bring us not out of this place. | Καὶ λέγει πρὸς αὐτόν, εἰ μὴ αὐτὸς σὺ σνμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν. |
| 16 | For how shall we be able to know, I and thy people, that we have found grace in thy sight, unless thou walk with us, that we may be glorified by all people that dwell upon the earth? | Καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς, ὅτι εὕρηκα χάριν παρὰ σοί ἐγώ τε καὶ ὁ λαός σου, ἀλλʼ ἢ συμπορευομένου σου μεθʼ ἡμῶν; καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστί. |
| 17 | And the Lord said to Moses: This word also, which thou hast spoken, will I do: for thou hast found grace before me, and thee I have known by name. | Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας ποιήσω· εὕρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ, καὶ οἶδά σε παρὰ πάντας. |
| 18 | And he said: Shew me thy glory. | Καὶ λέγει, ἐμφάνισόν μοι σεαυτόν. |
| 19 | He answered: I will shew thee all good, and I will proclaim in the name of the Lord before thee: and I will have mercy on whom I will, and I will be merciful to whom it shall please me. | Καὶ εἶπεν, ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω τῷ ὀνόματί μου, Κύριος ἐναντίον σου· καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρῶ. |
| 20 | And again he said: Thou canst not see my face: for man shall not see me and live. | Καὶ εἶπε, οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. |
| 21 | And again he said: Behold there is a place with me, and thou shalt stand upon the rock. | Καὶ εἶπεν Κύριος, Ἰδοὺ τόπος παρʼ ἐμοί, στήσῃ ἐπὶ τῆς πέτρας· |
| 22 | And when my glory shall pass, I will set thee in a hole of the rock, and protect thee with my right hand, till I pass: | Ἡνίκα δʼ ἂν παρέλθηνᾑ ᾑ δόξα μου, καί θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σὲ, ἕως ἂν παρέλθω. |
| 23 | And I will take away my hand, and thou shalt see my back parts: but my face thou canst not see. | Καὶ ἀφελῶ τὴν χεῖρα, καὶ τότε ὄψει τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι. |
