Comparison
Exodus 6
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And the Lord said to Moses: Now thou shalt see what I will do to Pharao: for by a mighty hand shall he let them go, and with a strong hand shall he cast them out of his land. | Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραῷ· ἐν γὰρ χειρὶ κραταίᾳ ἐξαποστελεῖ αὐτούς, καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ. |
| 2 | And the Lord spoke to Moses, saying: I am the Lord, | Ἐλάλησε δὲ ὁ Θεὸς πρὸς Μωυσῆν, καὶ εἶπε πρὸς αὐτὸν, ἐγὼ Κύριος. |
| 3 | That appeared to Abraham, to Isaac, and to Jacob, by the name of God Almighty; and my name ADONAI I did not shew them. | Καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν· καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς. |
| 4 | And I made a covenant with them, to give them the land of Chanaan, the land of their pilgrimage wherein they were strangers. | Καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς, ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπʼ αὐτῆς. |
| 5 | I have heard the groaning of the children of Israel, wherewith the Egyptians have oppressed them: and I have remembered my covenant. | Καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ἰσραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν. |
| 6 | Therefore say to the children of Israel: I am the Lord who will bring you out from the work prison of the Egyptians, and will deliver you from bondage: and redeem you with a high arm, and great judgments. | Βάδιζε, εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, ἐγὼ Κύριος· καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων, καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας, καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ· |
| 7 | And I will take you to myself for my people, I will be your God: and you shall know that I am the Lord your God who brought you out from the work prison of the Egyptians. | Καὶ λὴψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ, καὶ ἔσομαι ὑμῶν Θεός· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων. |
| 8 | And brought you into the land, concerning which I lifted up my hand to give it to Abraham, Isaac, and Jacob and I will give it you to possess, I am the Lord. | Καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου, δοῦναι αὐτὴν τῷ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κληρῷ· ἐγὼ Κύριος. |
| 9 | And Moses told all this to the children of Israel: but they did not hearken to him, for anguish of spirit, and most painful work. | Ἐλάλησε δὲ Μωυσῆς οὕτω τοῖς υἱοῖς Ἰσραήλ· καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας, καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. |
| 10 | And the Lord spoke to Moses, saying: | Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν λέγων, |
| 11 | Go in, and speak to Pharao king of Egypt, that he let the children of Israel go out of his land. | εἴσελθε, λάλησον Φαραῷ βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ. |
| 12 | Moses answered before the Lord Behold the children of Israel do no hearken to me; and how will Pharao hear me, especially as I am of uncircumcised lips? | Ἐλάλησε δὲ Μωυσῆς ἔναντι Κυρίου, λέγων, ἰδοὺ οἱ υἱοὶ Ἰσραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι. |
| 13 | And the Lord spoke to Moses and Aaron, and he gave them a charge unto the children of Israel, and unto Pharao the king of Egypt, that they should bring forth the children of Israel out of the land of Egypt. | Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου. |
| 14 | These are the heads of their house by their families. The sons of Rubel the firstborn of Israel: Henoch and Phallu, Hesron and Charmi. | Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν· υἱοὶ Ῥουβὴν, πρωτοτόκου Ἰσραήλ· Ἑνὼχ, καὶ Φαλλοὺς, Ἀσρὼν, καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ῥουβήν. |
| 15 | These are the kindreds of Ruben. The sons of Simeon: Jamuel, and Jamin and Ahod, and Jachin, and Soar, and Saul the son of a Chanaanitess: these are the families of Simeon. | Καὶ υἱοὶ Συμεών· Ἰεμουὴλ, καὶ Ἰαμεὶμ, καὶ Ἀὼδ, καὶ Ἰαχεὶν, καὶ Σαὰρ, καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών. |
| 16 | And these are the names of the sons of Levi by their kindreds: Gerson, and Caath, and Merari. And the years of the life of Levi were a hundred and thirty seven. | Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν· Γεδσὼν, Καὰθ, καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριάκοντα ἑπτά. |
| 17 | The sons of Gerson: Lobni and Semei, by their kindreds. | Καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενεὶ, καὶ Σεμεεί· οἶκοι πατριᾶς αὐτῶν. |
| 18 | The sons of Caath: Amram, and Isaar, and Hebron, and Oziel. And the years of Caath’s life were a hundred and thirty-three. | Καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ, καὶ Ἰσσαάρ, Χεβρὼν, καὶ Ὀζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριάκοντα τρία ἔτη. |
| 19 | The sons of Merari: Moholi and Musi. These are the kindreds of Levi by their families. | Καὶ υἱοὶ Μεραρεί· Μοολεὶ, καὶ Ὀμουσεί. οὗτοι οἱ οἶκοι πατριῶν Λευὶ κατὰ συγγενείας αὐτῶν. |
| 20 | And Amram took to wife Jochabed his aunt by the father’s side: and she bore him Aaron and Moses. And the years of Amram’s life were a hundred and thirty-seven. | Καὶ ἔλαβεν Ἀμβρὰν τὴν Ἰωχαβὲδ, θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ, ἑαυτῷ εἰς γυναῖκα· καὶ ἐγέννησεν αὐτῷ τόν τε Ἀαρὼν καὶ τὸν Μωυσῆν, καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς Ἀμβρὰμ, ἑκατὸν τριάκοντα δύο ἔτη. |
| 21 | The sons also of Isaar: Core, and Nepheg, and Zechri. | Καὶ υἱοὶ Ἰσσαάρ· Κορὲ, καὶ Ναφὲκ, καὶ Ζεχρεί. |
| 22 | The sons also of Oziel: Mizael, and Elizaphan, and Sethri. | Καὶ υἱοὶ Ὀζειήλ· Μισαὴλ, καὶ Ἐλισαφὰν, καὶ Σεγρεί. |
| 23 | And Aaron took to wife Elizabeth the daughter of Aminadab, sister of Nahason, who bore him Nadab, and Abiu, and Eleazar, and Ithamar. | Ἔλαβε δὲ Ἀαρὼν τὴν Ἐλισαβὲθ θυγατέρα Ἀμιναδὰβ, ἀδελφὴν Ναασσὼν, αὐτῷ γυναῖκα· καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ τὸν Ἐλεάζαρ, καὶ Ἰθάμαρ. |
| 24 | The sons also of Core: Aser, and Elcana, and Abiasaph. These are the kindreds of the Corites. | Υἱοὶ δὲ Κορέ· Ἀσεὶρ, καὶ Ἑλκανὰ, καὶ Ἀβιασάρ· αὗται αἱ γενέσεις Κορέ. |
| 25 | But Eleazar the son of Aaron took a wife of the daughters of Phutiel: and she bore him Phinees. These are the heads of the Levitical families by their kindreds. | Καὶ Ἐλεάζαρ ὁ τοῦ Ἀαρὼν ἔλαβε τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα· καὶ ἔτεκεν αὐτῷ τὸν Φινεές· αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν, κατὰ γενέσεις αὐτῶν. |
| 26 | These are Aaron and Moses, whom the Lord commanded to bring forth the children of Israel out of the land of Egypt by their companies. | Οὗτος Ἀαρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ Θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν. |
| 27 | These are they that speak to Pharao king of Egypt, in order to bring out the children of Israel from Egypt: these are that Moses and Aaron, | Οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου· καὶ ἐξήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου αὐτὸς Ἀαρὼν καὶ Μωυσὴς, |
| 28 | In the day when the Lord spoke to Moses in the land of Egypt. | ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ. |
| 29 | And the Lord spoke to Moses, saying: I am the Lord: speak thou to Pharao king of Egypt all that I say to thee. | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, ἐγὼ Κύριος· λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ. |
| 30 | And Moses said before the Lord: Lo I am of uncircumcised lips, how will Pharao hear me? | Καὶ εἶπε Μωυσῆς ἐναντίον Κυρίου, ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραώ, |
