Comparison
Exodus 28
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Take unto thee also Aaron thy brother with his sons, from among the children of Israel, that they may minister to me in the priest’s office: Aaron, Nadab, and Abiu, Eleazar, and Ithamar. | Καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ, ἱερατεύειν μοι Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ, υἱοὺς Ἀαρών. |
| 2 | And thou shalt make a holy vesture for Aaron thy brother for glory and for beauty. | Καὶ ποιήσεις στολὴν ἁγίαν Ἀαρὼν τῷ ἀδελφῷ σου εἰς τιμὴν καὶ δόξαν. |
| 3 | And thou shalt speak to all the wise of heart, whom I have filled with the spirit of wisdom, that they may make Aaron’s vestments, in which he being consecrated may minister to me. | Καὶ σύ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησα πνεύματος σοφίας καὶ αἰσθήσεως· καὶ ποιήσουσι τὴν στολὴν τὴν ἁγίαν Ἀαρὼν εἰς τὸ ἅγιον, ἐν ᾗ ἱερατεύσει μοι. |
| 4 | And these shall be the vestments that they shall make: A rational and an ephod, a tunick and a strait linen garment, a mitre and a girdle. They shall make the holy vestments for thy brother Aaron and his sons, that they may do the office of priesthood unto me. | Καὶ αὗται αἱ στολαὶ, ἃς ποιησουσι· τὸ περιστήθιον, καὶ τὴν ἐπωμίδα, καὶ τὸν ποδήρη, καὶ χιτῶνα κοσυμβωτὸν, καὶ κίδαριν, καὶ ζώνην· καὶ ποιήσουσι στολὰς ἁγίας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι. |
| 5 | And they shall take gold, and violet, and purple, and scarlet twice dyed, and fine linen. | Καὶ αὐτοὶ λήψονται τὸ χρυσίον, καὶ τὸν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον, καὶ τὴν βύσσον. |
| 6 | And they shall make the ephod of gold, and violet, and purple, and scarlet twice dyed, and fine twisted linen, embroidered with divers colours. | Καὶ ποιήσουσι τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν ποικιλτοῦ. |
| 7 | It shall have the two edges joined in the top on both sides, that they may be closed together. | Δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν, ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτισμέναι. |
| 8 | The very workmanship also and all the variety of the work shall be of gold, and violet, and purple, and scarlet twice dyed, and fine twisted linen. | Καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων ὅ ἐστιν ἐπʼ αὐτῷ, κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καθαροῦ, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης. |
| 9 | And thou shalt take two onyx stones, and shalt grave on them the names of the children of Israel: | Καὶ λήψῃ τοὺς δύο λίθους, λίθους σμαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ. |
| 10 | Six names on one stone, and the other six on the other, according to the order of their birth. | Ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα, καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν. |
| 11 | With the work of an engraver and the graving of a jeweller, thou shalt engrave them with the names of the children of Israel, set in gold and compassed about: | Ἔργον λιθουργικῆς τέχνης· γλύμμα σφραγίδος διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασι τῶς υἱῶν Ἰσρσήλ. |
| 12 | And thou shalt put them in both sides of the ephod, a memorial for the children of Israel. And Aaron shall bear their names before the Lord upon both shoulders, for a remembrance. | Καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶς ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶ τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἀναλήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον πεπὶ αὐτῶν. |
| 13 | Thou shalt make also hooks of gold. | Καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ. |
| 14 | And two little chains of the purest gold linked one to another, which thou shalt put into the hooks. | Καὶ ποιήσεις δύο κροσωτὰ ἐκ χρυσίου καθαροῦ, καταμεμιγμένα ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας, κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων. |
| 15 | And thou shalt make the rational of judgment with embroidered work of divers colours, according to the workmanship of the ephod, of gold, violet, and purple, and scarlet twice dyed, and fine twisted linen. | Καὶ ποιήσεις λογεῖον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ τὸν ῥυθμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτὸ ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης. |
| 16 | It shall be foursquare and doubled: it shall be the measure of a span both in length and in breadth. | Ποιήσεις αὐτό τετράγωνον· ἔσται διπλοῦν, σπιθαμῆς τὸ μῆκος αὐτοῦ, καὶ σπιθαμῆς τὸ εὖρος. |
| 17 | And thou shalt set in it four rows of stones: in the first row shall be a sardius stone, and a topaz, and an emerald: | Καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων ἔσται, σάρδιον, τοπάζιον, καὶ σμαράγδος, ὁ στίχος ὁ εἷς. |
| 18 | In the second a carbuncle, a sapphire and a jasper. | Καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ, καὶ σάπφειρος, καὶ ἴασπις. |
| 19 | In the third a ligurius, an agate, and an amethyst: | Καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον, ἀχάτης, ἀμέθυστος. |
| 20 | In the fourth a chrysolite, an onyx, and a beryl. They shall be set in gold by their rows. | Καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος, καὶ βηρύλλιον, καὶ ὀνύχιον, περικεκαλυμμένα χρυσίῳ, συνδεδεμένα ἐν χρυσίῳ· ἔστωσαν κατὰ στίχον αὐτῶν. |
| 21 | And they shall have the names of the children of Israel: with twelve names shall they be engraved, each stone with the name of one according to the twelve tribes. | Καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δεκαδύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δεκαδύο φυλάς. |
| 22 | And thou shalt make on the rational chains linked one to another of the purest gold: | Καὶ ποιήσεις ἐπὶ τὸ λογιον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ. |
| 23 | And two rings of gold, which thou shalt put in the two ends at the top of the rational. | — |
| 24 | And the golden chains thou shalt join to the rings, that are in the ends thereof: | — |
| 25 | And the ends of the chains themselves thou shalt join together with two hooks on both sides of the ephod, which is towards the rational. | — |
| 26 | Thou shalt make also two rings of gold which thou shalt put in the top parts of the rational, in the borders that are over against the ephod, and look towards the back parts thereof. | — |
| 27 | Moreover also other two rings of gold, which are to be set on each side of the ephod beneath, that looketh towards the nether joining, that the rational may be fitted with the ephod, | — |
| 28 | And may be fastened by the rings thereof unto the rings of the ephod with a violet fillet, that the joining artificially wrought may continue, and the rational and the ephod may not be loosed one from the other. | — |
| 29 | And Aaron shall bear the names of the children of Israel in the rational of judgement upon his breast, when he shall enter into the sanctuary, a memorial before the Lord for ever. | Καὶ λήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνου ἐναντίον τοῦ Θεοῦ. Καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κρωσσούς· τὰ ἁλυσιδωτὰ ἐπʼ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις. Καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον. |
| 30 | And thou shalt put in the rational of judgment doctrine and truth, which shall be on Aaron’s breast, when he shall go in before the Lord: and he shall bear the judgment of the children of Israel on his breast, in the sight of the Lord always. | Καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρὼν, ὃταν εἰσπορεύεται εἰς τὸ ἅγιον ἔναντὶ Κυρίου· καὶ οἴσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διαπαντός. |
| 31 | And thou shalt make the tunick of the ephod all of violet, | Καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον. |
| 32 | In the midst whereof above shall be a hole for the head, and a border round about it woven, as is wont to be made in the outmost parts of garments, that it may not easily be broken. | Καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ὤαν ἔχον κύκλῳ τοῦ περιστομίου, ἔργον ὑφαντου, τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ, ἵνα μὴ ῥαγῇ. |
| 33 | And beneath at the feet of the same tunick round about, thou shalt make as it were pomegranates, of violet, and purple, and scarlet twice dyed, with little bells set between: | Καὶ ποιήσεις ὑπὸ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν, ὡσεὶ ἐξανθούσης ῥόας ῥοΐσκους ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης, ὑπὸ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ· τὸ αὐτὸ εἶδος ῥοΐσκους χρυσοῦς, καὶ κώδωνας ἀναμέσον τούτων περικύκλῳ. |
| 34 | So that there shall be a golden bell and a pomegranate, and again another golden bell and a pomegranate. | Παρὰ ῥοΐσκον χρυσοῦν δώδωνα, καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ· |
| 35 | And Aaron shall be vested with it in the office of his ministry, that the sound may be heard, when he goeth in and cometh out of the sanctuary, in the sight of the Lord, and that he may not die. | Καὶ ἔσται Ἀαρὼν ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ, εἰσιόντι εἰς τὸ ἅγιον ἔναντι Κυρίου, καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ. |
| 36 | Thou shalt make also a plate of the purest gold: wherein thou shalt grave with engraver’s work, Holy to the Lord. | Καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρόν· καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγίδος, Ἁγίασμα Κυρίου. |
| 37 | And thou shalt tie it with a violet fillet, and it shall be upon the mitre, | Καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης· καὶ ἔσται ἐπὶ τῆς μίτρας, κατὰ πρόσωπον τῆς μίτρας ἔσται. |
| 38 | Hanging over the forehead of the high priest. And Aaron shall bear the iniquities of those things, which the children of Israel have offered and sanctified, in all their gifts and offerings. And the plate shall be always on his forehead, that the Lord may be well pleased with them. | Καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρών· καὶ ἐξαρεῖ Ἀαρὼν τὰ ἁμαρτήματα τῶν ἁγίων, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ἰσραὴλ παντὸς δόματος τῶν ἁγίων αὐτῶν· καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρὼν διαπαντὸς δεκτὸν αὐτοῖς ἔναντι Κυρίου. |
| 39 | And thou shalt gird the tunick with fine linen, and thou shalt make a fine linen mitre, and a girdle of embroidered work. | Καὶ οἱ κοσυμβωτοὶ τῶν χιτώνων ἐκ βύσσου· καὶ ποιήσεις κίδαριν βυσσίνην· καὶ ζώνην ποιήσεις, ἔργον ποικιλτοῦ. |
| 40 | Moreover for the sons of Aaron thou shalt prepare linen tunicks, and girdles and mitres for glory and beauty: | Καὶ τοῖς υἱοῖς Ἀαρὼν ποιήσεις χιτῶνας καὶ ζώνας, καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν. |
| 41 | And with all these things thou shalt vest Aaron thy brother, and his sons with him. And thou shalt consecrate the hands of them all, and shalt sanctify them, that they may do the office of priesthood unto me. | Καὶ ἐνδύσεις αὐτὰ Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ μετʼ αὐτοῦ· καὶ χρίσεις αὐτοὺς, καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας· καὶ ἁγιάσεις αὐτοὺς, ἵνα ἱερατεύωσί μοι. |
| 42 | Thou shalt make also linen breeches, to cover the flesh of their nakedness from the reins to the thighs: | Καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν, ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται. |
| 43 | And Aaron and his sons shall use them when they shall go in to the tabernacle of the testimony, or when they approach the altar to minister in the sanctuary, lest being guilty of iniquity they die. It shall be a law for ever to Aaron, and to his seed after him. | Καὶ ἕξει Ἀαρὼν αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ, ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου· καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποθάνωσι· νόμιμον αἰώνιον αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν. |
