Comparison
Genesis 50
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And when Joseph saw this, he fell upon his father’s face weeping and kissing him. | Καὶ ἐπιπεσὼν Ἰωσὴφ ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ ἔκλαυσεν αὐτὸν, καὶ ἐφίλησεν αὐτόν. |
| 2 | And he commanded his servants the physicians to embalm his father. | Καὶ προσέταξεν Ἰωσὴφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς, ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ· καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Ἰσραήλ. |
| 3 | And while they were fulfilling his commands, there passed forty days: for this was the manner with bodies that were embalmed, and Egypt mourned for him seventy days. | Καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας· οὕτω γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς· καὶ ἐπένθησεν αὐτὸν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας. |
| 4 | And the time of the mourning being expired, Joseph spoke to the family of Pharao: If I have found favour in your sight, speak in the ears of Pharao: | Ἐπεὶ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν Ἰωσὴφ πρὸς τοὺς δυνάστας Φαραὼ, λέγων, εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραὼ, λέγοντες, |
| 5 | For my father made me swear to him, saying: Behold I die: thou shalt bury me in my sepulchre which I have digged for myself in the land of Chanaan. So I will go up and bury my father, and return. | ὁ πατήρ μου ὥρκισέ με, λέγων, ἐν τῷ μνημείῳ, ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναὰν, ἐκεῖ με θάψεις· νῦν οὖν ἀναβὰς· θάψω τὸν πατέρα μου, καὶ ἐπανελεύσομαι· |
| 6 | And Pharao said to him: Go up and bury thy father according as he made thee swear. | Καὶ εἶπε Φαραὼ τῷ Ἰωσὴφ, ἀνάβηθι, θάψον τὸν πατέρα σου, καθάπερ ὥρκισέ σε. |
| 7 | So he went up, and there went with him all the ancients of Pharao’s house, and all the elders of the land of Egypt, | Καὶ ἀνέβη Ἰωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ· καὶ συνανέβησαν μετʼ αὐτοῦ πάντες οἱ παῖδες Φαραὼ, καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ, καὶ πάντες οἱ πρεσβύτεροι τῆς γῆς Αἰγύπτου, |
| 8 | And the house of Joseph with his brethren, except their children, and their flocks and herds, which they left in the land of Gessen. | καὶ πᾶσα ἡ πανοικία Ἰωσὴφ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ, καὶ ἡ συγγένεια αὐτοῦ· καὶ τὰ πρόβατα, καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ Γεσέμ. |
| 9 | He had also in his train chariots and horsemen: and it was a great company. | Καὶ συνανέβησαν μετʼ αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα. |
| 10 | And they came to the threshingfloor of Atad, which is situated beyond the Jordan: where celebrating the exequies with a great and vehement lamentation, they spent full seven days. | Καὶ παρεγένοντο εἰς ἅλωνα Ἀτὰδ, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου· καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα· καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας. |
| 11 | And when the inhabitants of Chanaan saw this, they said: This is a great mourning to the Egyptians. And therefore the name of that place was called, The mourning of Egypt. | Καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χαναὰν τὸ πένθος ἐπὶ ἅλωνι Ἀτὰδ, καὶ εἶπαν, πένθος μέγα τοῦτό ἐστι τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Πένθος Αἰγύπτου, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου. |
| 12 | So the sons of Jacob did as he had commanded them. | Καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ. |
| 13 | And carrying him into the land of Chanaan, they buried him in the double cave which Abraham had bought together with the field for a possession of a buryingplace, of Ephron the Hethite over against Mambre. | Καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χαναάν· καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Ἁβραὰμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ Ἐφρὼν τοῦ Χετταίου, κατέναντι Μαμβρή. |
| 14 | And Joseph returned into Egypt with his brethren, and all that were in his company, after he had buried his father. | Καὶ ὑπέστρεψεν Ἰωσὴφ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ. |
| 15 | Now he being dead, his brethren were afraid, and talked one with another: Lest perhaps he should remember the wrong he suffered, and requite us all the evil that we did to him. | Ἰδόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ, ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπαν, μή ποτε μνησικακήσῃ ἡμῖν Ἰωσὴφ, καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακὰ, ἃ ἐνεδειξάμεθα εἰς αὐτὸν. |
| 16 | And they sent a message to him, saying: Thy father commanded us before he died, | Καὶ παραγενόμενοι πρὸς Ἰωσὴφ εἶπαν, ὁ πατήρ σου ὥρκισε πρὸ τοῦ τελευτῆσαι αὐτὸν, λέγων, |
| 17 | That we should say thus much to thee from him: I beseech thee to forget the wickedness of thy brethren, and the sin and malice they practiced against thee: we also pray thee, to forgive the servants of the God of thy father this wickedness. And when Joseph heard this, he wept. | οὕτως εἴπατε Ἰωσήφ· ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου· καὶ ἔκλαυσεν Ἰωσὴφ λαλούντων αὐτῶν πρὸς αὐτόν. |
| 18 | And his brethren came to him: and worshipping prostrate on the ground they said: We are thy servants. | Καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν, οἵδε ἡμεῖς σοὶ οἰκέται. |
| 19 | And he answered them: Fear not: can we resist the will of God? | Καὶ εἶπεν αὐτοῖς Ἰωσὴφ, μὴ φοβεῖσθε, τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. |
| 20 | You thought evil against me: but God turned it into good, that he might exalt me, as at present you see, and might save many people. | Ὑμεῖς ἐβουλεύσασθε κατʼ ἐμοῦ εἰς πονηρὰ, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθὰ, ὅπως ἂν γενηθῇ ὡς σήμερον, καὶ τραφῇ λαὸς πολύς. |
| 21 | Fear not: I will feed you and your children. And he comforted them, and spoke gently and mildly. | Καὶ εἶπεν αὐτοῖς, μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς, καὶ τὰς οἰκίας ὑμῶν· καὶ παρεκάλεσεν αὐτοὺς, καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. |
| 22 | And he dwelt in Egypt with all his father’s house: and lived a hundred and ten years. And he saw the children of Ephraim to the third generation. The children also of Machir the son of Manasses were born on Joseph’s knees. | Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ πανοικία τοῦ πατρὸς αὐτοῦ· καὶ ἔζησεν Ἰωσὴφ ἔτη ἑκατὸν δέκα. |
| 23 | After which he told his brethren: God will visit you after my death, and will make you go up out of this land, to the land which he swore to Abraham, Isaac, and Jacob. | Καὶ εἶδεν Ἰωσὴφ Ἐφραὶμ παιδία, ἕως τρίτης γενεᾶς· καὶ οἱ υἱοὶ Μαχεὶρ τοῦ υἱοῦ Μανασσῆ ἐτέχθησαν ἐπὶ μηρῶν Ἰωσήφ. |
| 24 | And he made them swear to him, saying: God will visit you, carry my bones with you out of this place: | Καὶ εἶπεν Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, λέγων, ἐγὼ ἀποθνήσκω· ἐπισκοπῇ δὲ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς, καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσεν ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν, Ἁβραὰμ, Ἰσαὰκ, καὶ Ἰακώβ. |
| 25 | And he died being a hundred and ten years old. And being embalmed he was laid in a coffin in Egypt. | Καὶ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ, λέγων, ἐν τῇ ἐπισκοπῇ ᾗ ἐπισκέψηται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθʼ ὑμῶν. |
