Comparison
Genesis 46
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And Israel taking his journey, with all that he had, came to the well of the oath, and killing victims there to the God of his father Isaac, | Ἀπᾴρας δὲ Ἰσραὴλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου· καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ. |
| 2 | He heard him by a vision in the night calling him, and saying to him: Jacob, Jacob. And he answered him: Lo, here I am. | Εἶπε δὲ ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτὸς, εἰπὼν, Ἰακὼβ, Ἰακώβ· ὁ δὲ εἶπε, τί ἐστιν; |
| 3 | God said to him: I am the most mighty God of thy father: fear not, go down into Egypt, for I will make a great nation of thee there. | Ὁ δὲ λέγει αὐτῷ, ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ. |
| 4 | I will go down with thee thither, and will bring thee back again from thence: Joseph also shall put his hands upon thy eyes. | Καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος· καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου. |
| 5 | And Jacob rose up from the well of the oath: and his sons took him up, with their children and wives in the wagons, which Pharao had sent to carry the old man, | Ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου· καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν, καὶ τὴν ἀποσκευὴν, καὶ τὰς γυναῖκας αὐτῶν, ἐπὶ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν. |
| 6 | And all that he had in the land of Chanaan, and he came into Egypt with all his seed: | Καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν, καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐκ γῇ Χαναὰν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετʼ αὐτοῦ. |
| 7 | His sons, and grandsons, daughters, and all his offspring together. | Υἱοὶ, καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ· θυγατέρες, καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον· |
| 8 | And these are the names of the children of Israel, that entered into Egypt, he and his children. His firstborn Ruben, | Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ, Ῥουβήν. |
| 9 | The sons of Ruben: Henoch and Phallu, and Hesron and Charmi. | γἱοὶ δὲ Ῥουβὴν, Ἑνὼχ, καὶ Φαλλὸς, Ἀσρὼν, καὶ Χαρμί. |
| 10 | The sons of Simeon: Jamuel and Jamin and Ahod, and Jachin and Sohar, and Saul the son of a woman of Chanaan. | Υἱοὶ δὲ Συμεὼν, Ἰεμουὴλ, καὶ Ἰαμεὶν, καὶ Ἀὼδ, καὶ Ἀχεὶν, καὶ Σαὰρ, καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος. |
| 11 | The sons of Levi: Gerson and Caath and Merari. | Υἱοὶ δὲ Λευὶ, Γηρσὼν, Κὰθ, καὶ Μεραρί. |
| 12 | The sons of Juda: Her and Onan and Sela and Phares and Zara. And Her and Onan died in the land of Chanaan. And sons were born to Phares: Hesron and Hamul. | Υἱοὶ δὲ Ἰούδα, Ἢρ, καὶ Αὐνὰν, καὶ Σηλὼμ, καὶ Φαρὲς, καὶ Ζαρά· ἀπέθανε δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρὲς, Ἑσρὼν, καὶ Ἰεμουήλ. |
| 13 | The sons of Issachar: Thola and Phua and Job and Semron. | Υἱοὶ δὲ Ἰσσάχαρ, Θωλὰ, καὶ Φουὰ, καὶ Ἀσοὺμ, καὶ Σαμβράν. |
| 14 | The sons of Zabulon: Sared and Elon and Jahelel. | Υἱοὶ δὲ Ζαβουλὼν, Σερὲδ, καὶ Ἀλλὼν, καὶ Ἀχοήλ. |
| 15 | These are the sons of Lia, whom she bore in Mesopotamia of Syria, with Dina his daughter. All the souls of her sons and daughters, thirty-three. | Οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς. |
| 16 | The sons of Gad: Sephian and Haggi and Suni and Esebon and Heri and Arodi and Areli. | Υἱοὶ δὲ Γάδ, Σαφὼν, καὶ Ἀγγὶς, καὶ Σαννὶς, καὶ Θασοβὰν, καὶ Ἀηδεὶς, καὶ Ἀροηδεὶς, καὶ Ἀρεηλείς. |
| 17 | The sons of Aser: Jamne and Jesua and Jessuri and Beria, and Sara their sister. The sons of Beria: Heber and Melchiel. | Υἱοὶ δὲ Ἀσὴρ, Ἰεμνα, Ἰεσσουὰ, καὶ Ἰεοὺλ, καὶ βαριὰ, καὶ Σάρα ἀδελφὴ αὐτῶν. Υἱοὶ δὲ βαριὰ, Χοβὸρ, καὶ Μελχιΐλ. |
| 18 | These are the sons of Zelpha, whom Laban gave to Lia his daughter. And these she bore to Jacob, sixteen souls. | Οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ, δεκαὲξ ψυχάς. |
| 19 | The sons of Rachel Jacob’s wife: Joseph and Benjamin. | Υἱοὶ δὲ Ῥαχὴλ γυναικὸς Ἰακὼβ, Ἰωσὴφ, καὶ Βενιαμείν. |
| 20 | And sons were born to Joseph, in the land of Egypt, whom Aseneth the daughter of Putiphare priest of Heliopolis bore him: Manasses and Ephraim. | Ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσενὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ, καὶ τὸν Ἐφραίμ· ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ· υἱοὶ δὲ Ἐφραὶμ ἀδελφοῦ Μανασσῆ, Σουταλαὰμ, καὶ Ταάμ· υἱοὶ δὲ Σουταλαὰμ, Ἐδώμ. |
| 21 | The sons of Benjamin: Bela and Bechor and Asbel and Gera and Naaman and Echi and Ros and Mophim and Ophim and Ared. | Υἱοὶ δὲ Βενιαμεὶν, Βαλὰ καὶ Βοχὸρ, καὶ Ἀσβήλ. Ἐγένοντο δὲ υἱοὶ Βαλὰ, Γηρὰ, καὶ Νοεμὰν, καὶ Ἀγχὶς, καὶ Ῥὼς, καὶ Μαμφίμ· Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ. |
| 22 | These are the sons of Rachel, whom she bore to Jacob: all the souls, fourteen. | Οὗτοι υἱοὶ Ῥαχὴλ, οὓς ἔτεκε τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ. |
| 23 | The sons of Dan: Husim. | Υἱοὶ δὲ Δὰν, Ἀσόμ. |
| 24 | The sons of Nephtali: Jaziel and Guni and Jeser and Sallem. | Καὶ υἱοὶ Νεφθαλὶ, Ἀσιὴλ, καὶ Γωνὶ, καὶ Ἰσσάαρ, καὶ Σολλήμ. |
| 25 | These are the sons of Bala, whom Laban gave to Rachel his daughter: and these she bore to Jacob: all the souls, seven. | Οὗτοι υἱοὶ Βαλλὰς, ἣν ἔδωκε Λάβαν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ, πᾶσαι αἱ ψυχαὶ ἑπτά. |
| 26 | All the souls that went with Jacob into Egypt, and that came out of his thigh, besides his sons’ wives, sixty-six. | Πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακὼβ, πᾶσαι αἱ ψυχαὶ, ἑξηκονταέξ· |
| 27 | And the sons of Joseph, that were born to him in the land of Egypt, two souls. All the souls of the house of Jacob, that entered into Egypt, were seventy. | Υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ, ψυχαὶ ἐννέα. Πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ, αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, ψυχαὶ ἑβδομηκονταπέντε. |
| 28 | And he sent Juda before him to Joseph, to tell him; and that he should meet him in Gessen. | Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ἰωσὴφ, συναντῆσαι αὐτῷ καθʼ Ἡρώων πόλιν, εἰς γῆν Ῥαμεσσῆ. |
| 29 | And when he was come thither, Joseph made ready his chariot, and went up to meet his father, in the same place: and seeing him, he fell upon his neck, and embracing him wept. | Ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ, ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ, καθʼ Ἡρώων πόλιν· καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσε κλαυθμῷ πίονι. |
| 30 | And the father said to Joseph: Now shall I die with joy, because I have seen thy face, and leave thee alive. | Καὶ εἶπεν Ἰσραήλ πρὸς Ἰωσὴφ, ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς. |
| 31 | And Joseph said to his brethren, and to all his father’s house: I will go up, and will tell Pharao, and will say to him: My brethren and my father’s house, that were in the land of Chanaan, are come to me: | Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἀναβὰς ἀπαγγελῶ τῷ Φαραῷ, καὶ ἐρῶ αὐτῷ, οἱ ἀδελφοί μου, καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ χαναὰν, ἥκασι πρός με. |
| 32 | And the men are shepherds, and their occupation is to feed cattle: their flocks and herds, and all they have, they have brought with them. | Οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη, καὶ τοὺς βόας, καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν. |
| 33 | And when he shall call you, and shall say: What is your occupation? | Ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ, καὶ εἴπῃ ὑμῖν, τί τὸ ἔργον ὑμῶν ἐστι; |
| 34 | You shall answer: We thy servants are shepherds, from our infancy until now, both we and our fathers. And this you shall say, that you may dwell in the land of Gessen, because the Egyptians have all shepherds in abomination. | Ἐρεῖτε, ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν· ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ Ἀραβίας· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων. |
