Comparison
Genesis 38
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | At that time Juda went down from his brethren, and turned in to a certain Odollamite, named Hiras. | Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη Ἰούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπον τινὰ Ὀδολλαμίτην, ᾧ ὄνομα Εἰράς. |
| 2 | And he saw there the daughter of a man of Chanaan, called Sue: and taking her to wife, he went in unto her. | Καὶ εἶδεν ἐκεῖ Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαυά· καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτήν. |
| 3 | And she conceived, and bore a son, and called his name Her. | Καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἤρ. |
| 4 | And conceiving again, she bore a son, and called him Onan. | Καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν ἔτι, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Αὐνάν. |
| 5 | She bore also a third: whom she called Sela. After whose birth, she ceased to bear any more. | Καὶ προσθεῖσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Σηλώμ· αὕτη δὲ ἦν ἐν Χασβὶ, ἡνίκα ἔτεκεν αὐτούς. |
| 6 | And Juda took a wife for Her his firstborn, whose name was Thamar. | Καὶ ἔλαβεν Ἰούδας γυναῖκα Ἢρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θάμαρ. |
| 7 | And Her, the firstborn of Juda, was wicked in the sight of the Lord: and was slain by him. | Ἐγένετο δὲ Ἢρ πρωτότοκος Ἰούδα πονηρὸς ἔναντι Κυρίου· καὶ ἀπέκτεινεν αὐτὸν ὁ Θεός. |
| 8 | Juda, therefore said to Onan his son: Go in to thy brother’s wife and marry her, that thou mayst raise seed to thy brother. | Εἶπε δὲ Ἰούδας τῷ Αὐνάν· εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου, καὶ ἐπιγάμβρευσαι αὐτὴν, καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου. |
| 9 | He knowing that the children should not be his, when he went in to his brother’s wife, spilled his seed upon the ground, lest children should be born in his brother’s name. | Γνοὺς δὲ Αὐνὰν, ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγένετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτου, ἐξέχεεν ἐπὶ τὴν γῆν, τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. |
| 10 | And therefore the Lord slew him, because he did a detestable thing. | Πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ Θεοῦ, ὅτι ἐποίησε τοῦτο· καὶ ἐθανάτωσε καὶ τοῦτον. |
| 11 | Wherefore Juda said to Thamar his daughter in law: Remain a widow in thy father’s house, till Sela my son grow up: for he was afraid lest he also might die, as his brethren did. She went her way and dwelt in her father’s house. | Εἶπε δὲ Ἰούδας Θάμαρ τῇ νύμφῃ αὐτοῦ, κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου, ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου· εἶπε γάρ, μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς. |
| 12 | And after many days were past, the daughter of Sue the wife of Juda died: and when he had taken comfort after his mourning, he went up to Thamnas, to the shearers of his sheep, he and Hiras the Odollamite the shepherd of his flock. | Ἐπληθύνθησαν δὲ αἱ ἡμέραι, καὶ ἀπέθανε Σαυὰ ἡ γυνὴ Ἰούδα· καὶ παρακληθεὶς Ἰούδας ἀνέβη ἐπὶ τοὺς κείροντας τὰ πρόβατα αὐτοῦ, αὐτὸς καὶ Εἰρὰς ὁ ποιμὴν αὐτοῦ ὁ Ὀδολλαμίτης εἰς Θαμνά. |
| 13 | And it was told Thamar that her father in law was come up to Thamnas to shear his sheep. | Καὶ ἀπηγγέλε Θάμαρ τῇ νύμφῃ αὐτοῦ, λέγοντες, ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνὰ, κεῖραι τὰ πρόβατα αὐτοῦ. |
| 14 | And she put off the garments of her widowhood, and took a veil: and changing her dress, sat in the cross way, that leadeth to Thamnas: because Sela was grown up, and she had not been married to him. | Καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφʼ ἑαυτῆς, περιέβαλε τὸ θέριστρον, καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθισε πρὸς ταῖς πύλαις Αἰνὰν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά· ἴδε γὰρ ὅτι μέγας γέγονε Σηλὼμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα. |
| 15 | When Juda saw her, he thought she was a harlot: for she had covered her face, lest she should be known. | Καὶ ἰδὼν αὐτὴν Ἰούδας ἔδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς καὶ οὐκ ἐπέγνω αὐτήν. |
| 16 | And going to her, he said: Suffer me to lie with thee: for he knew her not to be his daughter in law. And she answered: What wilt thou give me to enjoy my company? | Ἐξέκλινε δὲ πρὸς αὐτὴν τὴν ὁδόν· καὶ εἶπεν αὐτῇ, ἔασόν με εἰσελθεῖν πρός σε· οὐ γὰρ ἔγνω, ὅτι νύμφη αὐτοῦ ἐστίν· ἡ δὲ εἶπε, τί μοι δώσεις, ἐὰν εἰσέλθῃς πρός με; |
| 17 | He said: I will send thee a kid out of the flock. And when she said again: I will suffer what thou wilt, if thou give a pledge, till thou send what thou promisest, | Ὁ δὲ εἶπεν, ἐγώ σοι ἀποστελλῶ ἔριφον αἰγῶν ἐκ τῶν προβάτων μον· ἡ δὲ εἶπεν, ἐὰν δῷς μοι ἀῤῥαβῶνα, ἕως τοῦ ἀποστεῖλαί σε. |
| 18 | Juda said: What wilt thou have for a pledge? She answered: Thy ring and bracelet, and the staff which thou holdest in thy hand. The woman therefore at one copulation conceived. | Ὁ δὲ εἶπε, τίνα τὸν ἀῤῥαβῶνά σοι δώσω; ἡ δὲ εἶπε, τὸν δακτύλιόν σου, καὶ τὸν ὁρμίσκον, καὶ τὴν ῥάβδον τὴν ἐν τῇ χειρίσου. Καὶ ἔδωκεν αὐτῇ, καὶ εἰσῆλθε πρὸς αὐτήν· καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ. |
| 19 | And she arose and went her way: and putting off the apparel which she had taken, put on the garments of her widowhood. | Καὶ ἀναστᾶσα ἀπῆλθε, καὶ περιείλετο τὸ θέριστρον αὐτῆς ἀφʼ ἑαυτῆς, καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς. |
| 20 | And Juda sent a kid by his shepherd, the Odollamite, that he might receive the pledge again, which he had given to the woman: but he, not finding her, | Ἀπέστειλε δὲ Ἰούδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ Ὀδολλαμείτου, κομίσασθαι παρὰ τῆς γυναικὸς τὸν ἀῤῥαβῶνα· καὶ οὐχ εὗρεν αὐτήν. |
| 21 | Asked the men of that place: Where is the woman that sat in the cross way? And when they all made answer: There was no harlot in this place, | Ἐπηρώτησε δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου, ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπαν, οὐκ ἦν ἐνταῦθα πόρνη. |
| 22 | He returned to Juda, and said to him: I have not found her; moreover the men of that place said to me, that there never sat a harlot there. | Καὶ ἀπεστράφη πρὸς Ἰούδαν, καὶ εἶπεν, οὐχ εὗρον· καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσι, μὴ εἶναι ὧδε πόρνην. |
| 23 | Juda said: Let her take it to herself; surely she cannot charge us with a, lie: I sent the kid which I promised: and thou didst not find her. | Εἶπε δὲ Ἰούδας, ἐχέτω αὐτά· ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας. |
| 24 | And behold after three months they told Juda, saying: Thamar, thy daughter in law hath played the harlot, and she appeareth to have a big belly. And Juda said: Bring her out that she may be burnt. | Ἐγένετο δὲ μετὰ τρίμηνον ἀνηγγέλη τῷ Ἰούδα, λέγοντες, ἐκπεπόρνευκε Θάμαρ ἡ νύμφη σου, καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας· Εἶπε δὲ Ἰούδας, ἐξαγάγετε αὐτὴν, καὶ κατακαυθήτω. |
| 25 | But when she was led to execution, she sent to her father in law, saying: By the man, to whom these things belong, I am with child. See whose ring, and bracelet, and staff this is. | Αὐτὴ δὲ ἀγομένη ἀπέστειλε πρὸς τὸν πενθερὸν αὐτὴς, λέγουσα, ἐκ τοῦ ἀνθρώπου οὕτινος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω· καὶ εἶπεν, ἐπίγνωθι τίνος ὁ δακτύλιος, καὶ ὁ ὁρμίσκος καὶ ἡ ῥάβδος αὕτη. |
| 26 | But he acknowledging the gifts, said: She is juster than I: because I did not give her to Sela, my son. However, he knew her no more. | Ἐπέγνω δὲ Ἰούδας, καὶ εἶπε, δεδικαίωται Θάμαρ ἢ ἐγώ· οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου· Καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν. |
| 27 | And when she was ready to be brought to bed, there appeared twins in her womb: and in the very delivery of the infants, one put forth a hand, whereon the midwife tied a scarlet thread, saying: | Ἐγένετο δὲ ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς. |
| 28 | This shall come forth the first. | Ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκεν τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα, ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα, οὗτος ἐξελεύσεται πρότερος. |
| 29 | But he drawing back his hand, the other came forth: and the woman said: Why is the partition divided for thee? and therefore called his name Phares. | Ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ· ἡ δὲ εἶπε, τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Φαρές. |
| 30 | Afterwards his brother came out, on whose hand was the scarlet thread: and she called him Zara. | Καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφʼ ᾧ ἦν ἐπὶ τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ζαρά. |
