Comparison
Genesis 45
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Joseph could no longer refrain himself before many that stood by: whereupon he commanded that all should go out, and no stranger be present at their knowing one another. | Καὶ οὐκ ἠδύνατο Ἰωσὴφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ, ἀλλʼ εἶπεν, ἐξαποστείλατε πάντας ἀπʼ ἐμοῦ· καὶ οὐ παρειστήκει οὐδεὶς τῷ Ἰωσὴφ, ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ. |
| 2 | And he lifted up his voice with weeping, which the Egyptians and all the house of Pharao heard. | Καὶ ἀφῆκε φωνὴν μετὰ κλαυθμοῦ· ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραώ. |
| 3 | And he said to his brethren: I am Joseph: is my father yet living? His brethren could not answer him, being struck with exceeding great fear. | Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἐγώ εἰμι Ἰωσήφ· ἔτι ὁ πατήρ μου ζῇ; καὶ οὐκ ἠδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ. |
| 4 | And he said mildly to them: Come nearer to me. And when they were come near him, he said: I am Joseph, your brother, whom you sold into Egypt. | Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἐγγίσατε πρὸς μέ· καὶ ἤγγισαν· καὶ εἶπεν, ἐγώ εἰμι Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον. |
| 5 | Be not afraid, and let it not seem to you a hard case that you sold me into these countries: for God sent me before you into Egypt for your preservation. | Νῦν οὖν μὴ λυπεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανήτω, ὅτι ἀπέδοσθέ με ὧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. |
| 6 | For it is two years since the famine began to be upon the land, and five years more remain, wherein there can be neither ploughing nor reaping. | Τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὰ πέντε ἔτη, ἐν οἷς οὐκ ἔσται ἀροτρίασις, οὐδὲ ἀμητός· |
| 7 | And God sent me before, that you may be preserved upon the earth, and may have food to live. | Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῶν κατάλειμμα ἐπὶ τῆς γῆς, καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην. |
| 8 | Not by your counsel was I sent hither, but by the will of God: who hath made me as it were a father to Pharao, and lord of his whole house, and governor in all the land of Egypt. | Νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλὰ ὁ Θεός· καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ, καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου. |
| 9 | Make haste, and go ye up to my father, and say to him: Thus saith thy son Joseph: God hath made me lord of the whole land of Egypt: come down to me, linger not. | Σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου, καὶ εἴπατε αὐτῷ, τάδε λέγει ὁ υἱός σου Ἰωσήφ· ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρός με, καὶ μὴ μείνῃς· |
| 10 | And thou shalt dwell in the land of Gessen: and thou shalt be near me, thou and thy sons, and thy sons’ sons, thy sheep, and thy herds, and all things that thou hast. | Καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ Ἀραβίας· καὶ ἔσῃ ἐγγύς μου σὺ, καὶ οἱ υἱοί σου, καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου, καὶ αἱ βόες σου, καὶ ὅσα σοι ἐστί. |
| 11 | And there I will feed thee, (for there are yet five years of famine remaining), lest both thou perish, and thy house, and all things that thou hast. | Καὶ ἐκθρέψω σε ἐκεῖ· ἔτι γὰρ πέντε ἔτη λιμός· ἵνα μὴ ἐκτριβῇς σὺ, καὶ οἱ υἱοί σου, καὶ πάντα τὰ ὑπάρχοντά σου. |
| 12 | Behold, your eyes, and the eyes of my brother Benjamin see that it is my mouth that speaketh to you. | Ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι, καὶ οἱ ὀφθαλμοὶ Βενιαμεὶν τοῦ ἀδελφοῦ μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς. |
| 13 | You shall tell my father of all my glory, and all things that you have seen in Egypt: make haste and bring him to me. | Ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ, καὶ ὅσα ἴδετε· καὶ ταχύναντες καταγάγετε τὸν πατέρα μου ὧδε. |
| 14 | And falling upon the neck of his brother Benjamin, he embraced him and wept: and Benjamin in like manner wept also on his neck. | Καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτοῦ, ἔκλαυσεν ἐπʼ αὐτῷ· καὶ Βενιαμὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ. |
| 15 | And Joseph kissed all his brethren, and wept upon every one of them: after which they were emboldened to speak to him. | Καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, ἔκλαυσεν ἐπʼ αὐτοῖς· καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν. |
| 16 | And it was heard, and the fame was abroad in the king’s court: The brethren of Joseph are come: and Pharao with all his family was glad. | Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἶκον Φαραὼ, λέγοντες, ἥκασιν οἱ ἀδελφοὶ Ἰωσήφ· ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ. |
| 17 | And he spoke to Joseph that he should give orders to his brethren, saying: Load your beasts, and go into the land of Chanaan. | Εἶπε δὲ Φαραὼ πρὸς Ἰωσὴφ, εἰπον τοῖς ἀδελφοῖς σου, τοῦτο ποιήσατε, γεμίσατε τὰ φορεῖα ὑμῶν, καὶ ἀπέλθετε εἰς γῆν Χαναάν. |
| 18 | And bring away from thence your father and kindred, and come to me: and I will give you all the good things of Egypt, that you may eat the marrow of the land. | Καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν, καὶ τὰ ὑπάρχοντα ὑμῶν, ἥκετε πρός με· καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς. |
| 19 | Give orders also that they take wagons out of the land of Egypt, for the carriage of their children and their wives: and say: Take up your father, and make haste to come with all speed: | Σὺ δὲ ἔντειλαι ταῦτα· λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Αἰγύπτου τοῖς παιδίοις ὑμῶν, καὶ ταῖς γυναιξὶν ὑμῶν· καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε. |
| 20 | And leave nothing of your household stuff: for all the riches of Egypt shall be yours. | Καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν· τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται. |
| 21 | And the sons of Israel did as they were bid. And Joseph gave them wagons according to Pharao’s commandment: and provisions for the way. | Ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραήλ· ἔδωκε δὲ Ἰωσὴφ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραὼ τοῦ βασιλέως· καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν· |
| 22 | He ordered also to be brought out for every one of them two robes: but to Benjamin he gave three hundred pieces of silver with five robes of the best: | Καὶ πᾶσιν ἔδωκε δισσὰς στολάς· τῷ δὲ Βενιαμὶν ἔδωκε τριακοσίους χρυσοὺς, καὶ πέντε ἐξαλλασσούσας στολάς. |
| 23 | Sending to his father as much money and raiment, adding besides ten he asses to carry off all the riches of Egypt, and as many she asses, carrying wheat and bread for the journey. | Καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλε κατὰ τὰ αὐτά· καὶ δέκα ὄνους, αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ δέκα ἡμιόνους, αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν. |
| 24 | So he sent away his brethren, and at their departing said to them: Be not angry in the way. | Ἐξαπέστειλε δὲ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς, μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ. |
| 25 | And they went up out of Egypt, and came into the land of Chanaan to their father Jacob. | Καὶ ἀνέβησαν ἐξ Αἰγυπτου, καὶ ἦλθον εἰς γῆν Χαναὰν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν. |
| 26 | And they told him, saying: Joseph thy son is living: and he is ruler in all the land of Egypt. Which when Jacob heard, he awaked as it were out of a deep sleep, yet did not believe them. | Καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες, ὅτι ὁ υἱός σου Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου· καὶ ἐξέστη τῇ διανοίᾳ Ἰακὼβ, οὐ γὰρ ἐπίστευσεν αὐτοῖς. |
| 27 | They, on the other side, told the whole order of the thing. And when he saw the wagons and all that he had sent his spirit revived, | Ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ Ἰωσὴφ, ὅσα εἶπεν αὐτοῖς. Ἰδὼν δὲ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ὥστε ἀναλαβεῖν αὐτὸν, ἀνεζωπύρησε τὸ πνεῦμα Ἰακὼβ τοῦ πατρὸς αὐτῶν. |
| 28 | And he said: It is enough for me, if Joseph my son be yet living: I will go and see him before I die. | Εἶπε δὲ Ἰσραὴλ, μέγα μοι ἐστὶν, εἰ ἔτι Ἰωσὴφ ὁ υἱός μου ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με. |
