Comparison
Genesis 15
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Now when these things were done, the word of the Lord came to Abram by a vision, saying: Fear not, Abram, I am thy protector, and thy reward exceeding great. | Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἅβραμ ἐν ὁράματι, λέγων, μὴ φοβοῦ Ἅβραμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα. |
| 2 | And Abram said: Lord God, what wilt thou give me? I shall go without children: and the son of the steward of my house is this Damascus Eliezer. | Δέγει δὲ Ἅβραμ, Δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ. |
| 3 | And Abram added: But to me thou hast not given seed: and lo my servant, born in my house, shall be my heir. | Καὶ εἶπεν Ἅβραμ, ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. |
| 4 | And immediately the word of the Lord came to him, saying: He shall not be thy heir: but he that shall come out of thy bowels, him shalt thou have for thy heir. | Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγουσα, οὐ κληρονομήσει σε οὗτος· ἀλλʼ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. |
| 5 | And he brought him forth abroad, and said to him: Look up to heaven and number the stars, if thou canst. And he said to him: So shall thy seed be. | Ἐξήγαγε δὲ αὐτὸν ἔξω, καὶ εἶπεν αὐτῷ, ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς· καὶ εἶπεν, οὕτως ἔσται τὸ σπέρμα σου. |
| 6 | Abram believed God, and it was reputed to him unto justice. | Καὶ ἐπίστευσεν Ἅβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. |
| 7 | And he said to him: I am the Lord who brought thee out from Ur of the Chaldees, to give thee this land, and that thou mightest possess it. | Εἶπε δὲ πρὸς αὐτὸν, ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι. |
| 8 | But he said: Lord God, whereby may I know that I shall possess it? | Εἶπε δέ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; |
| 9 | And the Lord answered, and said: Take me a cow of three years old, and a she goat of three years, and a ram of three years, a turtle also, and a pigeon. | Εἶπε δὲ αὐτῷ, λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν τριετίζοντα, καὶ τρυγόνα, καὶ περιστεράν. |
| 10 | And he took all these, and divided them in the midst, and laid the two pieces of each one against the other; but the birds he divided not. | Ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα, καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις· τὰ δὲ ὄρνεα οὐ διεῖλε. |
| 11 | And the fowls came down upon the carcasses, and Abram drove them away. | Κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, ἐπὶ τὰ διχοτομήματα αὐτῶν· καὶ συνεκάθισεν αὐτοῖς Ἅβραμ. |
| 12 | And when the sun was setting, a deep sleep fell upon Abram, and a great and darksome horror seized upon him. | Περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ Ἅβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ. |
| 13 | And it was said unto him: Know thou beforehand that thy seed shall be a stranger in a land not their own, and they shall bring them under bondage, and afflict them four hundred years. | Καὶ ἐῤῥέθη πρὸς Ἅβραμ· γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσιν αὐτοὺς, καὶ ταπεινώσουσιν αὐτοὺς, τετρακόσια ἔτη. |
| 14 | But I will judge the nation which they shall serve, and after this they shall come out with great substance. | Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα, ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. |
| 15 | And thou shalt go to thy fathers in peace, and be buried in a good old age. | Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρᾳ καλῷ. |
| 16 | But in the fourth generation they shall return hither: for as yet the iniquities of the Amorrhites are not at the full until this present time. | Τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. |
| 17 | And when the sun was set, there arose a dark mist, and there appeared a smoking furnace and a lamp of fire passing between those divisions. | Ἐπεὶ δὲ ὁ ἥλιος ἐγένετο πρὸς δυσμὰς, φλὸξ ἐγένετο· καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων. |
| 18 | That day God made a covenant with Abram, saying: To thy seed will I give this land, from the river of Egypt even to the great river Euphrates. | Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ Ἅβραμ διαθήκην, λέγων, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου· |
| 19 | The Cineans and Cenezites, the Cedmonites, | Τοὺς Κεναίους, καὶ τοὺς Κενεζαίους, καὶ τοὺς Κεδμωναίους, |
| 20 | And the Hethites, and the Pherezites, the Raphaim also, | καὶ τοὺς Χετταίους, καὶ τοὺς Φερεζαίους, καὶ τοὺς ʼΡαφαεὶν, |
| 21 | And the Amorrhites, and the Chanaanites, and the Gergesites, and the Jebusites. | καὶ τοὺς Ἀμοῤῥαίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Εὐαίους, καὶ τοὺς Γεργεσαίους, καὶ τοὺς Ἰεβουσαίους. |
