Comparison
Genesis 36
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And these are the generations of Esau, the same is Edom. | Αὗται δὲ αἱ γενέσεις Ἡσαῦ· αὐτός ἐστιν Ἐδώμ. |
| 2 | Esau took wives of the daughters of Chanaan: Ada the daughter of Elon the Hethite, and Oolibama the daughter of Ana, the daughter of Sebeon the Hevite: | Ἡσαῦ δὲ ἔλαβε τὰς γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων· τὴν Ἀδὰ, θυγατέρα Αἰλὼμ τοῦ Χετταίου· καὶ τὴν Ὀλιβεμὰ, θυγατέρα Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὐαίου. |
| 3 | And Basemath the daughter of Ismael, sister of Nabajoth. | Καὶ τὴν Βασεμὰθ, θυγατέρα Ἰσμαὴλ, ἀδελφὴν Ναβαιώθ. |
| 4 | And Ada bore Eliphaz: Basemath bore Rahuel: | Ἔτεκε δὲ αὐτῷ Ἀδὰ τὸν Ἑλιφάς· καὶ Βασεμὰθ ἔτεκε τὸν Ῥαγουήλ. |
| 5 | Oolibama bore Jehus and Ihelon and Core. These are the sons of Esau, that were born to him in the land of Chanaan. | Καὶ Ὀλιβεμὰ ἔτεκε τὸν Ἰεοὺς, καὶ τὸν Ἰεγλὸμ, καὶ τὸν Κορέ· οὗτοι υἱοὶ Ἡσαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν. |
| 6 | And Esau took his wives and his sons and daughters, and every soul of his house, and his substance, and cattle, and all that he was able to acquire in the land of Chanaan: and went into another country, and departed from his brother Jacob. | Ἔλαβε δὲ Ἡσαῦ τὰς γυναῖκας αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πάντα τὰ κτήνη, καὶ πάντα ὅσα ἐκτήσατο, καὶ πάντα ὅσα περιεποιήσατο ἐν γῇ Χαναάν· καὶ ἐπορεύθη Ἡσαῦ ἐκ τῆς γῆς Χαναὰν ἀπὸ προσώπου Ἰακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ. |
| 7 | For they were exceeding rich, and could not dwell together: neither was the land in which they sojourned able to bear them, for the multitude of their flocks. | Ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ, τοῦ οἰκεῖν ἅμα· καὶ οὐκ ἠδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς, ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. |
| 8 | And Esau dwelt in mount Seir: he is Edom. | Κατῴκησε δὲ Ἡσαῦ ἐν τῷ ὄρει Σηείρ· Ἡσαῦ αὐτός ἐστιν Ἐδώμ. |
| 9 | And these are the generations of Esau the father of Edom in mount Seir, | Αὗται δὲ αἱ γενέσεις Ἡσαῦ πατρὸς Ἐδὼμ ἐν τῷ ὄρει Σηείρ. |
| 10 | And these the names of his sons: Eliphaz the son of Ada the wife of Esau: and Rahuel the son of Basemath his wife. | Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἡσαῦ· Ἑλιφὰς υἱὸς Ἀδὰς γυναικὸς Ἡσαῦ· καὶ Ῥαγουὴλ υἱὸς Βασεμὰθ γυναικὸς Ἡσαῦ. |
| 11 | And Eliphaz had sons: Theman, Omar, Sepho, and Gatham, and Cenez. | Ἐγένοντο δὲ Ἑλιφὰς υἱοὶ, Θαιμὰν, Ὠμὰρ, Σωφὰρ, Γοθὼμ, καὶ Κενέζ. |
| 12 | And Thamna was the concubine of Eliphaz the son of Esau: and she bore him Amalech. These are the sons of Ada the wife of Esau. | Θαμνὰ δὲ ἦν παλλακὴ Ἑλιφὰς τοῦ υἱοῦ Ἡσαῦ· καὶ ἔτεκε τῷ Ἑλιφὰς τὸν Ἀμαλήκ· οὗτοι υἱοὶ Ἀδὰς γυναικὸς Ἡσαῦ. |
| 13 | And the sons of Rahuel were Nahath and Zara, Samma and Meza. These were the sons of Basemath the wife of Esau. | Οὗτοι δὲ υἱοὶ Ῥαγουὴλ, Ναχὼθ, Ζαρὲ, Σομὲ, καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ. |
| 14 | And these were the sons of Oolibama, the daughter of Ana, the daughter of Sebeon, the wife of Esau, whom she bore to him, Jehus, and Ihelon, and Core. | Οὗτοι δὲ υἱοὶ Ὀλιβεμὰς θυγατρὸς Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν, γυναικὸς Ἡσαῦ· ἔτεκε δὲ τῷ Ἡσαῦ τὸν Ἰεοὺς, καὶ τὸν Ἰεγλὸμ, καὶ τὸν Κορέ. |
| 15 | These were dukes of the sons of Esau: the sons of Eliphaz the firstborn of Esau: duke Theman, duke Omar, duke Sepho, duke Cenez, | Οὗτοι ἡγεμόνες υἱοὶ Ἡσαῦ· υἱοὶ Ἑλιφὰς πρωτοτόκου Ἡσαῦ· ἡγεμὼν Θαιμὰν, ἡγεμὼν Ὠμὰρ, ἡγεμὼν Σωφὰρ, ἡγεμὼν Κενὲζ, |
| 16 | Duke Core, duke Gatham, duke Amalech: these are the sons of Eliphaz, in the land of Edom, and these the sons of Ada. | ἡγεμὼν Κορὲ, ἡγεμὼν Γοθὼμ, ἡγεμὼν Ἀμαλήκ· οὗτοι ἡγεμόνες Ἑλιφὰς ἐν γῇ Ἰδουμαίᾳ· οὗτοι υἱοὶ Ἀδάς. |
| 17 | And these were the sons of Rahuel, the son of Esau: duke Nahath, duke Zara, duke Samma, duke Meza. And these are the dukes of Rahuel, in the land of Edom: these the sons of Basemath the wife of Esau. | Καὶ οὗτοι υἱοὶ Ῥαγουὴλ υἱοῦ Ἡσαῦ· ἡγεμὼν Ναχὼθ, ἡγεμὼν Ζαρὲ, ἡγεμὼν Σομὲ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ῥαγουὴλ ἐν γῇ Ἐδώμ· οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ. |
| 18 | And these the sons of Oolibama the wife of Esau: duke Jehus, duke Ihelon, duke Core. These are the dukes of Oolibama, the daughter of Ana, and wife of Esau. | Οὗτοι δὲ υἱοὶ Ὀλιβεμὰς γυναικὸς Ἡσαῦ· ἡγεμὼν Ἰεοὺς, ἡγεμὼν Ἰεγλὸμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες Ὀλιβεμὰς θυγατρὸς Ἀνὰ γυναικὸς Ἡσαῦ. |
| 19 | These are the sons of Esau, and these the dukes of them: the same is Edom. | Οὗτοι υἱοὶ Ἡσαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν· οὗτοί εἰσιν υἱοὶ Ἐδώμ. |
| 20 | These are the sons of Seir the Horrite, the inhabitants of the land: Lotan, and Sobal, and Sebeon, and Ana, | Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χοῤῥαίου, τοῦ κατοικοῦντος τὴν γῆν· Λωτὰν, Σωβὰλ, Σεβεγὼν, Ἀνὰ, |
| 21 | And Dison, and Eser, and Disan. These are dukes of the Horrites, the sons of Seir in the land of Edom. | καὶ Δησὼν, καὶ Ἀσὰρ, καὶ Ῥισών· οὗτοι ἡγεμόνες τοῦ Χοῤῥαίου, τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ Ἐδώμ. |
| 22 | And Lotan had sons: Hori and Heman. And the sister of Lotan was Thamna. | Ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χοῤῥὶ, καὶ Αἱμάν· ἀδελφὴ δὲ Λωτὰν, Θαμνά. |
| 23 | And these the sons of Sobal: Alvan and Manahat, and Ebal, and Sepho, and Oman. | Οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὰμ, καὶ Μαναχὰθ, καὶ Γαιβὴλ, καὶ Σωφὰρ, καὶ Ὠμάρ. |
| 24 | And these the sons of Sebeon: Aia and Ana. This is Ana that found the hot waters in the wilderness, when he fed the asses of Sebeon his father: | Καὶ οὗτοι υἱοὶ Σεβεγὼν, Ἀϊὲ, καὶ Ἀνά· οὗτός ἐστιν Ἀνὰ, ὃς εὗρε τὸν Ἰαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμε τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ· |
| 25 | And he had a son Dison, and a daughter Oolibama. | Οὗτοι δὲ υἱοὶ Ἀνά· Δησὼν, καὶ Ὀλιβεμὰ θυγάτηρ Ἀνά. |
| 26 | And these were the sons of Dison: Hamdan, and Eseban, and Jethram, and Charan. | Οὗτοι δὲ υἱοὶ Δησών· Ἀμαδὰ, καὶ Ἀσβὰν, καὶ Ἰθρὰν, καὶ Χαῤῥάν. |
| 27 | These also were the sons of Eser: Balaan, and Zavan, and Acan. | Οὗτοι δὲ υἱοὶ Ἀσάρ· Βαλαὰμ, καὶ Ζουκὰμ, καὶ Ἰουκάμ. |
| 28 | And Disan had sons: Hus, and Aram. | Οὗτοι δὲ υἱοὶ Ῥισὼν, Ὧς, καὶ Ἀράν. |
| 29 | These were dukes of the Horrites: duke Lotan, duke Sobal, duke Sebeon, duke Ana, | Οὗτοι δὲ ἡγεμόνες Χοῤῥί· ἡγεμὼν Λωτὰν, ἡγεμὼν Σωβὰλ, ἡγεμὼν Σεβεγὼν, ἡγεμὼν Ἀνὰ, |
| 30 | Duke Dison, duke Eser, duke Disan: these were dukes of the Horrites that ruled in the land of Seir. | ἡγεμὼν Δησὼν, ἡγεμὼν Ἀσὰρ, ἡγεμὼν Ῥισών· οὗτοι ἡγεμόνες Χοῤῥὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Ἐδώμ. |
| 31 | And the kings that ruled in the land of Edom, before the children of Israel had a king were these: | Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ, πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ. |
| 32 | Bela the son of Beor, and the name of his city Denaba. | Καὶ ἐβασίλευσεν ἐν Ἐδὼμ Βαλὰκ υἱὸς Βεώρ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ, Δενναβά. |
| 33 | And Bela died, and Jobab the son of Zara of Bosra reigned in his stead. | Ἀπέθανε δὲ Βαλὰκ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόῤῥας. |
| 34 | And when Jobab was dead, Husam of the land of the Themanites reigned in his stead. | Ἀπέθανε δὲ Ἰωβὰβ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀσὼμ ἐκ τῆς γῆς Θαιμανών. |
| 35 | And after his death, Adad the son of Badad reigned in his stead, who defeated the Madianites in the country of Moab: and the name of his city was Avith. | Ἀπέθανε δὲ Ἀσὼμ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθαίμ. |
| 36 | And when Adad was dead, there reigned in his stead, Semla of Masreca. | Ἀπέθανε δὲ Ἀδὰδ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Σαμαδὰ ἐκ Μασσεκκάς. |
| 37 | And he being dead, Saul of the river Rohoboth, reigned in his stead. | Ἀπέθανε δὲ Σαμαδὰ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Σαοὺλ ἐκ Ῥοωβὼθ τῆς παρὰ ποταμόν. |
| 38 | And when he also was dead, Balanan the son of Achobor succeeded to the kingdom. | Ἀπέθανε δὲ Σαοὺλ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Βαλλενὼν υἱὸς Ἀχοβώρ. |
| 39 | This man also being dead, Adar reigned in his place, and the name of his city was Phau: and his wife was called Meetabel, the daughter of Matred, daughter of Mezaab. | Ἀπέθανε δὲ Βαλλενὼν υἱὸς Ἀχοβὼρ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀρὰδ υἱὸς Βαράδ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ· ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεὴλ, θυγάτηρ Ματραῒθ, υἱοῦ Μαιζοώβ. |
| 40 | And these are the names of the dukes of Esau in their kindreds, and places, and callings: duke Thamna, duke Alva, duke Jetheth, | Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ἡσαῦ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν· ἡγεμὼν Θαμνὰ, ἡγεμὼν Γωλὰ, ἡγεμὼν Ἰεθὲρ, |
| 41 | Duke Oolibama, duke Ela, duke Phinon, | ἡγεμὼν Ὁλιβεμὰς, ἡγεμὼν Ἡλὰς, ἡγεμὼν Φινὼν, |
| 42 | Duke Cenez, duke Theman, duke Mabsar, | ἡγεμὼν Κενὲζ, ἡγεμὼν Θαιμὰν, ἡγεμὼν Μαζὰρ, |
| 43 | Duke Magdiel, duke Hiram: these are the dukes of Edom dwelling in the land of their government; the same is Esau the father of the Edomites. | ἡγεμὼν Μαγεδιὴλ, ἡγεμὼν Ζαφωίν· οὗτοι ἡγεμόνες Ἐδὼμ, ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν· οὗτος Ἡσαῦ πατὴρ Ἐδώμ. |
