Comparison
2 Chronicles 10
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And Roboam went to Sichem: for thither all Israel were assembled, to make him king. | Καὶ ἦλθε Ῥοβοὰμ εἰς Συχὲμ, ὅτι εἰς Συχὲμ ἤρχετο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν. |
| 2 | And when Jeroboam the son of Nabat, who was in Egypt, (for he was fled thither from Solomon,) heard it, forthwith he returned. | Καὶ ἐγένετο ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ, καὶ αὐτὸς ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμὼν τοῦ βασιλέως, καὶ κατῴκησεν Ἱεροβοὰμ ἐν Αἰγύπτῳ, καὶ ἀπέστρεψεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου. |
| 3 | And they sent for him, and he came with all Israel, and they spoke to Roboam, saying: | Καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν· καὶ ἦλθεν Ἱεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία πρὸς Ῥοβοὰμ, λέγοντες, |
| 4 | Thy father oppressed us with a most grievous yoke, do thou govern us with a lighter hand than thy father, who laid upon us a heavy servitude, and ease some thing of the burden, that we may serve thee. | ὁ πατήρ σου ἐσκλήρυνε τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς, καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐφʼ ἡμᾶς, καὶ δουλεύσομέν σοι. |
| 5 | And he said to them: Come to me again after three days. And when the people were gone, | Καὶ εἶπεν αὐτοῖς, πορεύεσθε ἕως τριῶν ἡμερῶν, καὶ ἔρχεσθε πρὸς μέ· καὶ ἀπῆλθεν ὁ λαός. |
| 6 | He took counsel with the ancients, who had stood before his father Solomon, while he yet lived, saying: What counsel give you to me, that I may answer the people? | Καὶ συνήγαγεν ὁ βασιλεὺς Ῥοβοὰμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον τοῦ Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῇν αὐτὸν, λέγων, πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον; |
| 7 | And they said to him: If thou please this people, and soothe them with kind words, they will be thy servants for ever. | Καὶ ἐλάλησαν αὐτῷ, λέγοντες, ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ, καὶ εὐδοκήσῃς, καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθοὺς, καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας. |
| 8 | But he forsook the counsel of the ancients, and began to treat with the young men, that had been brought up with him, and were in his train. | Καὶ κατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων, οἳ συνεβουλεύσαντο αὐτῷ· καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετʼ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ. |
| 9 | And he said to them: What seemeth good to you? or what shall I answer this people, who have said to me: Ease the yoke which thy father laid upon us? | Καὶ εἶπεν αὐτοῖς, τί ὑμεῖς βουλεύεσθε, καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ, οἳ ἐλάλησαν πρὸς μὲ, λέγοντες, ἄνες ἀπὸ τοῦ ζυγοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφʼ ἡμᾶς; |
| 10 | But they answered as young men, and brought up with him in pleasures, and said: Thus shalt thou speak to the people, that said to thee: Thy father made our yoke heavy, do thou ease it: thus shalt thou answer them: My little finger is thicker than the loins of my father. | Καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετʼ αὐτοῦ, λέγοντες, οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σὲ, λέγων, ὁ πατήρ σου ἐβάρυνε τὸν ζυγὸν ἡμῶν, καὶ σὺ ἄφες ἀφʼ ἡμῶν· οὕτως ἐρεῖς, ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου. |
| 11 | My father laid upon you a heavy yoke, and I will add more weight to it: my father beat you with scourges, but I will beat you with scorpions. | Καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ, κᾀγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κᾀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. |
| 12 | So Jeroboam, and all the people came to Roboam the third day, as he commanded them. | Καὶ ἦλθεν Ἱεροβοὰμ καὶ πᾶς ὁ λαὸς πρὸς Ῥοβοὰμ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐλάλησεν ὁ βασιλεὺς, λέγων, ἐπιστρέψατε πρὸς μὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. |
| 13 | And the king answered roughly, leaving the counsel of the ancients. | Καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρὰ, καὶ ἐγκατέλιπεν ὁ βασιλεὺς Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων, |
| 14 | And he spoke according to the advice of the young men: My father laid upon you a heavy yoke, which I will make heavier: my father beat you with scourges, but I will beat you with scorpions. | καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων, λέγων, ὁ πατήρ μου ἐβάρυνε τὸν ζυγὸν ὑμῶν, καὶ ἐγὼ προσθήσω ἐπʼ αὐτόν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. |
| 15 | And he condescended not to the people’s requests: for it was the will of God, that his word might be fulfilled which he had spoken by the hand of Ahias the Silonite to Jeroboam the son of Nabat. | Καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ Θεοῦ, λέγων, ἀνέστησε Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐν χειρὶ Ἀχία τοῦ Σηλωνίτου περὶ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ |
| 16 | And all the people upon the king’s speaking roughly, said thus unto him: We have no part in David, nor inheritance in the son of Isai. Return to thy dwellings, O Israel, and do thou, O David, feed thy own house. And Israel went away to their dwellings. | καὶ παντὸς Ἰσραὴλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν· καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα, λέγων, τίς ἡμῶν ἡ μερὶς ἐν Δαυὶδ καὶ κληρονομία ἐν υἱῷ Ἰεσσαί; εἰς τὰ σκηνώματά σου, Ἰσραήλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἐπορεύθη πᾶς Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ. |
| 17 | But Roboam reigned over the children of Israel that dwelt in the cities of Juda. | Καὶ ἄνδρες Ἰσραὴλ καὶ οἱ κατοικοῦντες ἐν πόλεσιν Ἰούδα, καὶ ἐβασίλευσαν ἐπʼ αὐτῶν Ῥοβοάμ. |
| 18 | And king Roboam sent Aduram, who was over the tributes, and the children of Israel stoned him, and he died: and king Roboam made haste to gee up into his chariot, and fled into Jerusalem. | Καὶ ἀπέστειλεν ἐπʼ αὐτοὺς Ῥοβοὰμ ὁ βασιλεὺς τὸν Ἀδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ἰσραὴλ λίθοις, καὶ ἀπέθανε· καὶ ὁ βασιλεὺς Ῥοβοὰμ ἔσπευσε τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα, τοῦ φυγεῖν εἰς Ἱερουσαλήμ. |
| 19 | And Israel revolted from the house of David unto this day. | Καὶ ἠθέτησεν Ἰσραὴλ ἐν τῷ οἴκῳ Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης. |
