Comparison
2 Chronicles 4
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | He made also an altar of brass twenty cubits long, and twenty cubits broad, and ten cubits high. | Καὶ ἐποίησε θυσιαστήριον χαλκοῦν, εἴκοσι πήχεων τὸ μῆκος, καὶ εἴκοσι πήχεων τὸ εὖρος, καὶ δέκα πήχεων τὸ ὕψος. |
| 2 | Also a molten sea of ten cubits from brim to brim, round in compass: it was five cubits high, and a line of thirty cubits compassed it round about. | Καὶ ἐποίησε τὴν θάλασσαν χυτὴν, δέκα πήχεων τὴν διαμέτρησιν, στρογγύλην κυκλόθεν, καὶ πέντε πήχεων τὸ ὕψος, καὶ τὸ κύκλωμα τριάκοντα πήχεων. |
| 3 | And under it there was the likeness of oxen, and certain engravings on the outside of ten cubits compassed the belly of the sea, as it were with two rows. | Καὶ ὁμοίωμα μόσχων ὑποκάτω αὐτῆς, κύκλῳ κυκλοῦσιν αὐτήν· δέκα πήχεις περιέχουσι τὸν λουτῆρα κυκλόθεν· δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χωνεύσει αὐτῶν |
| 4 | And the oxen were cast: and the sea itself was set upon the twelve oxen, three of which looked toward the north, and other three toward the west: and other three toward the south, and the other three that remained toward the east, and the sea stood upon them: and the hinder parts of the oxen were inward under the sea. | ᾗ ἐποίησαν αὐτοὺς δώδεκα μόσχους, οἱ τρεῖς βλέποντες Βοῤῥᾶν, καὶ οἱ τρεῖς δυσμὰς, καὶ οἱ τρεῖς Νότον, καὶ οἱ τρεῖς κατʼ ἀνατολὰς, καὶ ἡ θάλασσα ἐπʼ αὐτῶν ἄνω, ἦσαν τὰ ὀπίσθια αὐτῶν ἔσω. |
| 5 | Now the thickness of it was a handbreadth, and the brim of it was like the brim of a cup, or of a crisped lily: and it held three thousand measures. | Καὶ τὸ πάχος αὐτῆς παλαιστὴς, καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου, διαγεγλυμμένα βλαστοὺς κρίνου, χωροῦσαν μετρητὰς τρισχιλίους· καὶ ἐξετέλεσε. |
| 6 | He made also ten lavers: and he see five on the right hand, and five on the left, to wash in them all such things as they mere to offer for holocausts: but the sea was for the priests to wash in. | Καὶ ἐποίησε λουτῆρας δέκα, καὶ ἔθηκε τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν, τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων, καὶ ἀποκλύζειν ἐν αὐτοῖς, καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ. |
| 7 | And he made ten golden candlesticks, according to the form which they were commanded to be made by: and he set them in the temple, five on the right hand, and five on the left. | Καὶ ἐποίησε τὰς λυχνίας τὰς χρυσᾶς δέκα κατὰ τὸ κρίμα αὐτῶν, καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν. |
| 8 | Moreover also ten tables: and he set them in the temple, five on the right side, and five on the left. Also a hundred bowls of gold. | Καὶ ἐποίησε τραπέζας δέκα, καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων, καὶ ἐποίησε φιάλας χρυσᾶς ἑκατὸν, |
| 9 | He made also the court of the priests, and a great hall, and doors in the hall, which he covered with brass. | καὶ ἐποίησε τὴν αὐλὴν τῶν ἱερέων, καὶ τὴν αὐλὴν τὴν μεγάλην, καὶ θύρας τῇ αὐλῇ, καὶ θυρώματα αὐτῶν κατακεχαλκωμένα χαλκῷ. |
| 10 | And he set the sea on the right side over against the east toward the south. | Καὶ τὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας τοῦ οἴκου ἐκ δεξιῶν ὡς πρὸς ἀνατολὰς κατέναντι. |
| 11 | And Hiram made caldrons, and fleshhooks, and bowls: and finished all the king’s work in the house of God: | Καὶ ἐποίησε Χιρὰμ τὰς κρεάγρας, καὶ τὰ πυρεῖα, καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου, καὶ πάντα τὰ σκεύη αὐτοῦ· καὶ συνετέλεσε Χιρὰμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν ἣν ἐποίησε Σαλωμὼν τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ Θεοῦ, |
| 12 | That is to say, the two pillars, and the pommels, and the chapiters, and the network, to cover the chapiters over the pommels. | στύλους δύο, καὶ ἐπʼ αὐτῶν γελὰθ τῇ χωθαρὲθ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο, καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεφαλὰς τῶν χωθαρὲθ ἅ ἐστιν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων, |
| 13 | And four hundred pomegranates, and two wreaths of network, so that two rows of pomegranates were joined to each wreath, to cover the pommels, and the chapiters of the pillars. | καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα, καὶ δύο γένη ῥοΐσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συγκαλύψαι τὰς δύο γωλὰθ τῶν χωθαρὲθ ἅ ἐστιν ἐπάνω τῶν στύλων· |
| 14 | He made also bases, and lavers, which he set upon the bases: | Καὶ τοὺς μεχωνὼθ ἐποίησε δέκα, καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τοὺς μεχωνὼθ, |
| 15 | One sea, and twelve oxen under the sea; | καὶ τὴν θάλασσαν μίαν, καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς, |
| 16 | And the caldrons, and fleshhooks, and bowls. All the vessels did Hiram his father make for Solomon in the house of the Lord of the finest brass. | καὶ τοὺς ποδιστῆρας, καὶ τοὺς ἀναλημπτῆρας, καὶ τοὺς λέβητας, καὶ τὰς κρεάγρας, καὶ πάντα τὰ σκεύη αὐτῶν ἃ ἐποίησε Χιρὰμ, καὶ ἀνήνεγκε τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου, χαλκοῦ καθαροῦ. |
| 17 | In the country near the Jordan did the king cast them, in a clay ground between Sochot and Saredatha. | Ἐν τῷ περιχώρῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἐν οἴκῳ Σοκχὼθ καὶ ἀναμέσον Σαρηδαθά. |
| 18 | And the multitude of vessels was innumerable, so that the weight of the brass was not known. | Καὶ ἐποίησε Σαλωμὼν πάντα τὰ σκεύη ταῦτα εἰς πλῆθος σφόδρα, ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ τοῦ χαλκοῦ. |
| 19 | And Solomon made all the vessels for the house of God, and the golden altar, and the tables, upon which were the leaves of proposition, | Καὶ ἐποίησε Σαλωμὼν πάντα τὰ σκεύη οἴκου Κυρίου, καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὰς τραπέζας, καὶ ἐπʼ αὐτῶν ἄρτοι προθέσεως, |
| 20 | The candlesticks also of most pure gold with their lamps to give light before the oracle, according to the manner. | καὶ τὰς λυχνίας, καὶ τοὺς λύχνους τοῦ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον τοῦ δαβὶρ χρυσίου καθαροῦ, |
| 21 | And certain flowers, and lamps, and golden tongs: all were made of the finest gold. | καὶ λαβίδες αὐτῶν, καὶ οἱ λύχνοι αὐτῶν, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας, καὶ τὰ πυρεῖα χρυσίου καθαροῦ, |
| 22 | The vessels also for the perfumes, and the censers, and the bowls, and the mortars, of pure gold. And he graved the doors of the inner temple, that is, for the holy of holies: and the doors of the temple without were of gold. And thus all the work was finished which Solomon made in the house of the Lord. | καὶ ἡ θύρα τοῦ οἴκου ἡ ἐσωτέρα εἰς τὰ ἅγια τῶν ἁγίων, καὶ τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς· καὶ συνετελέσθη πᾶσα ἡ ἐργασία ἣν ἐποίησε Σαλωμὼν ἐν οἴκῳ Κυρίου. |
