Comparison
2 Chronicles 7
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And when Solomon had made an end of his prayer, Are came down from heaven, and consumed the holocausts and the victims: and the majesty of the Lord tilled the house. | Καὶ ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος, καὶ τὸ πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα Κυρίου ἔπλησε τὸν οἶκον. |
| 2 | Neither could the priests enter into the temple of the Lord, because the majesty of the Lord had filled the temple of the Lord. | Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον. |
| 3 | Moreover all the children of Israel saw the fire coming down, and the glory of the Lord upon the house: and falling down with their faces to the ground, upon the stone pavement, they adored and praised the Lord: because he is good, because his mercy endureth for ever. | Καὶ πάντες οἱ υἱοὶ Ισραὴλ ἑώρων καταβαῖνον τὸ πῦρ, καὶ ἡ δόξα Κυρίου ἐπὶ τὸν οἶκον· καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον, καὶ προσεκύνησαν καὶ ᾔνουν τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
| 4 | And the king and all the people sacrificed victims before the Lord. | Καὶ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς θύοντες θύματα ἔναντι Κυρίου. |
| 5 | And king Solomon offered a sacrifice of twenty-two thousand oxen, and one hundred and twenty thousand rams: and the king and all the people dedicated the house of God. | Καὶ ἐθυσίασεν ὁ βασιλεὺς Σαλωμὼν τὴν θυσίαν μόσχων εἴκοσι καὶ δύο χιλιάδας, βοσκημάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας, καὶ ἐνεκαίνισε τὸν οἶκον τοὔ Θεοῦ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαός. |
| 6 | And the priests stood in their offices: and the Levites with the instruments of music of the Lord, which king David made to praise the Lord: because his mercy endureth for ever, singing the hymns of David by their ministry: and the priests sounded with trumpets before them, and all Israel stood. | Καὶ οἱ ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν ἑστηκότως, καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν Κυρίου τοῦ Δαυὶδ τοῦ βασιλέως, τοῦ ἐξομολογεῖσθαι ἔναντι Κυρίου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαυὶδ διὰ χειρὸς αὐτῶν· καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν, καὶ πᾶς Ἰσραὴλ ἑστηκώς. |
| 7 | Solomon also sanctified the middle of the court before the temple of the Lord: for he offered there the holocausts, and the fat of the peace offerings: because the brazen altar, which he had made, could not hold the holocausts and the sacrifices and the fat: | Καὶ ἡγίασε Σαλωμὼν τὸ μέσον τῆς αὐλῆς τῆς ἐν οἴκῳ Κυρίου, ὅτι ἐποίησεν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τῶν σωτηρίων, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν ὃ ἐποίησε Σαλωμὼν, οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτώματα καὶ τὰ μαναὰ καὶ τὰ στέατα. |
| 8 | And Solomon kept the solemnity at that time seven days, and all Israel with him, a very great congregation, from the entrance of Emath to the torrent of Egypt. | Καὶ ἐποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῷ καιρῷ ἐκείνῳ ἑπτὰ ἡμέρας, καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ, ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αἰμὰθ καὶ ἕως χειμάῤῥου Αἰγύπτου. |
| 9 | And he made on the eighth day a solemn assembly, because he had kept the dedication of the altar seven days, and had celebrated the solemnity seven days. | Καὶ ἐποίησεν ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον, ὅτι ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν. |
| 10 | So on the three and twentieth day of the seventh month he sent away the people to their dwellings, joyful and glad for the good that the Lord had done to David, and to Solomon, and to all Israel his people. | Καὶ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ τοῦ μηνὸς τοῦ ἑβδόμου ἀπέστειλε τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτῶν εὐφραινομένους, καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησε Κύριος τῷ Δαυὶδ, καὶ τῷ Σαλωμῶντι, καὶ τῷ Ἰσραὴλ λαῷ αὐτοῦ. |
| 11 | And Solomon finished the house of the Lord, and the king’s house, and all that he had designed in his heart to do, in the house of the Lord, and in his own house, and he prospered. | Καὶ συνετέλεσε Σαλωμὼν τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως· καὶ πάντα ὅσα ἠθέλησεν ἐν τῇ ψυχῇ Σαλωμὼν τοῦ ποιῆσαι ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ αὐτοῦ, εὐωδώθη. |
| 12 | And the Lord appeared to him by night, and said: I have heard thy prayer, and I have chosen this place to myself for a house of sacrifice. | Καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν τὴν νύκτα, καὶ εἶπεν αὐτῷ, ἤκουσα τῆν προσευχῆς σου, καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον θυσίας. |
| 13 | If I shut up heaven, and there fall no rain, or if I give orders, and command the locust to devour the land, or if I send pestilence among my people: | Ἐὰν συσχῶ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετὸς, καὶ ἐὰν ἐντείλωμαι τῇ ἀκρίδι καταφαγεῖν τὸ ξύλον, καὶ ἐὰν ἀποστείλω θάνατον ἐν τῷ λαῷ μου, |
| 14 | And my people, upon whom my name is called, being converted, shall make supplication to me, and seek out my face, and do penance for their most wicked ways: then will I hear from heaven, and will forgive their sins and will heal their land. | καὶ ἐὰν ἐντραπῇ ὁ λαός μου ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτοὺς, καὶ προσεύξωνται καὶ ζητήσωσι τὸ πρόσωπόν μου, καὶ ἀποστρέψωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ ἰάσομαι τὴν γῆν αὐτῶν. |
| 15 | My eyes also shall be open, and my ears attentive to the prayer of him that shall pray in this place. | Καὶ νῦν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεῳγμένοι, καὶ τὰ ὦτά μου ἐπήκοα τῇ προσευχῇ τοῦ τόπου τούτου. |
| 16 | For I have chosen, and have sanctified this place, that my name may be there for ever, and my eyes and my heart may remain there perpetually. | Καὶ νῦν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἶκον τοῦτον, τοῦ εἶναι ὄνομά μου ἐκεῖ ἕως αἰῶνος, καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ ἡ καρδία μου ἐκεῖ πάσας τὰς ἡμέρας. |
| 17 | And as for thee, if thou walk before me, as David thy father walked, and do according to all that I have commanded thee, and keep my justices and my judgments: | Καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς Δαυὶδ ὁ πατήρ σου, καὶ ποιήσῃς κατὰ πάντα ἃ ἐνετειλάμην σοι, καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξῃ, |
| 18 | I will raise up the throne of thy kingdom, as I promised to David thy father, saying: There shall not fail thee a man of thy stock to be ruler in Israel. | καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ὡς διεθέμην Δαυὶδ τῷ πατρί σου, λέγων, οὐκ ἐξαρθήσεταί σοι ἡγούμενος ἀνὴρ ἐν Ἰσραήλ. |
| 19 | But if you turn away, and forsake my justices, and my commandments which I have set before you, and shall go and serve strange gods, and adore them, | Καὶ ἐὰν ἀποστρέψητε ὑμεῖς, καὶ ἐγκαταλείπητε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου ἃς ἔδωκα ἐναντίον ὑμῶν, καὶ πορευθῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς, |
| 20 | I will pluck you up by the root out of my land which I have given you: and this house which I have sanctified to my name, I will cast away from before my face, and will make it a byword, and an example among all nations. | καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς· καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποστρέψω ἐκ προσώπου μου, καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσι τοῖς ἔθνεσι. |
| 21 | And this house shall be for a proverb to all that pass by, and they shall be astonished and say: Why hath the Lord done thus to this land, and to this house? | Καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλὸς πᾶς ὁ διαπορευόμενος αὐτὸν ἐκστήσεται, καὶ ἐρεῖ, Χάριν τίνος ἐποίησε Κύριος τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ; |
| 22 | And they shall answer: Because they forsook the Lord the God of their fathers, who brought them out of the land of Egypt, and laid hold on strange gods, and adored them, and worshipped them: therefore all these evils are come upon them. | Καὶ ἐροῦσι, διότι ἐγκατέλιπον Κυρίον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἀντελάβοντο θεῶν ἑτέρων, καὶ προσεκύνησαν αὐτοῖς, καὶ ἐδούλευσαν αὐτοῖς, καὶ διὰ τοῦτο ἐπήγαγεν ἐπʼ αὐτοὺς πᾶσαν τὴν κακίαν ταύτην. |
