Comparison
2 Chronicles 16
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And in the six and thirtieth year of his kingdom, Baasa the king of Israel came up against Juda, and built a wall about Rama, that no one might safely go out or come in of the kingdom of Asa. | Καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ἀσὰ, ἀνέβη βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν Ῥαμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα. |
| 2 | Then Asa brought out silver and gold out of the treasures of the house of the Lord, and of the king’s treasures, and sent to Benadad king of Syria, who dwelt in Damascus, saying: | Καὶ ἔλαβεν Ἀσὰ ἀργύριον καὶ χρυσίον ἐκ θησαυρῶν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε πρὸς τὸν υἱὸν τοῦ Ἄδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ, λέγων, |
| 3 | There is a league between me and thee, as there was between my father and thy father, wherefore I have sent thee silver and gold, that thou mayst break thy league with Baasa king of Israel, and make him depart from me. | διάθου διαθήκην ἀναμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀναμέσον τοῦ πατρός μου καὶ ἀναμέσον τοῦ πατρός σου· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον· δεῦρο καὶ διασκέδασον ἀπʼ ἐμοῦ τὸν Βαασὰ βασιλέα Ἰσραὴλ, καὶ ἀπελθέτω ἀπʼ ἐμοῦ. |
| 4 | And then Benadad heard this, he sent the captains of his armies against the cities of Israel: and they took Ahion, and Dan, and Abelmaim, and all the walled cities of Nephtali. | Καὶ ἤκουσεν υἱὸς Ἄδερ τοῦ βασιλέως Ἀσὰ, καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ἰσραὴλ, καὶ ἐπάταξε τὴν Ἀϊὼν, καὶ τὴν Δὰν, καὶ τὴν Ἀβελμαῒν, καὶ πάσας τὰς περιχώρους Νεφθαλί. |
| 5 | And when Baasa heard of it, he left off the building of Rama, and interrupted his work. | Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασὰ, ἀπέλιπε τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ῥαμὰ, καὶ κατέπαυσε τὸ ἔργον αὐτοῦ. |
| 6 | Then king Asa took all Juda, and they carried away from Rama the stones, and the timber that Baasa had prepared for the building: and he built with them Gabaa, and Maspha. | Καὶ Ἀσὰ βασιλεὺς ἔλαβε πάντα τὸν Ἰούδαν, καὶ ἔλαβε τοὺς λίθους τῆς Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησε Βαασὰ, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαὲ καὶ τὴν Μασφά. |
| 7 | At that time Hanani the prophet came to Asa king of Juda, and said to him: Because thou hast had confidence in the king of Syria, and not in the Lord thy God, therefore hath the army of the king of Syria escaped out of thy hand. | Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ἀνανὶ ὁ προφήτης πρὸς Ἀσὰ βασιλέα Ἰούδα, καὶ εἶπεν αὐτῷ, ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας, καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον Θεόν σου, διὰ τοῦτο ἐσώθη ἡ δύναμις Συρίας ἀπὸ τῆς χειρός σου. |
| 8 | Were not the Ethiopians, and the Libyans much more numerous in chariots, and horsemen, and an exceeding great multitude: yet because thou trustedst in the Lord, he delivered them into thy hand? | Οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν, εἰς θάρσος, εἰς ἱππεῖς, εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον παρέδωκεν εἰς τὰς χεῖράς σου; |
| 9 | For the eyes of the Lord behold all the earth, and give strength to those who with a perfect heart trust in him. Wherefore thou hast done foolishly, and for this cause from this time wars shall arise against thee. | Ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ, κατισχύσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν· ἠγνόηκας ἐπὶ τούτῳ, ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος. |
| 10 | And Asa was angry with the seer, and commanded him to be put in prison: for he was greatly enraged because of this thing: and he put to death many of the people at that time. | Καὶ ἐθυμώθη Ἀσὰ τῷ προφήτῃ, καὶ παρέθετο αὐτὸν εἰς φυλακὴν, ὅτι ὠργίσθη ἐπὶ τούτῳ, καὶ ἐλυμῄνατο Ἀσὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ. |
| 11 | But the works of Asa the first and last are written in the book of the kings of Juda and Israel. | Καὶ ἰδοὺ οἱ λόγοι Ἀσὰ, οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ. |
| 12 | And Asa fell sick in the nine and thirtieth year of his reign, of a most violent pain in his feet, and yet in his illness he did not seek the Lord, but rather trusted in the skill of physicians. | Καὶ ἐμαλακίσθη Ἀσὰ ἐν τῷ ἔτει τῷ ἐννάτῳ καὶ τριακοστῷ τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησε τὸν Κύριον, ἀλλὰ τοὺς ἰατρούς. |
| 13 | And he slept with his fathers: and he died in the one and fortieth year of his reign. | Καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτελεύτησεν ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ. |
| 14 | And they buried him in his own sepulchre, which he had made for himself in the city of David: and they laid him on his bed full of spices and odoriferous ointments, which were made by the art of the perfumers, and they burnt them over him with very great pomp. | Καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι, ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυὶδ, καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τῆς κλίνης, καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν, καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα. |
