Comparaison
Job 41
Crampon et Septante (édition sixtine, 1587), verset par verset.
| Crampon | Septante (édition sixtine, 1587) | |
|---|---|---|
| LXX 40,1 | — | Καὶ ἀπεκρίθη Κύριος ὁ Θεὸς τῷ Ἰὼβ, καὶ εἶπε, |
| LXX 40,2 | — | μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλίνει; ἐλέγχων δὲ Θεὸν, ἀποκριθήσεται αὐτήν. |
| LXX 40,3 | — | Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ Κυρίῳ, |
| LXX 40,4 | — | τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου. |
| LXX 40,5 | — | Ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. |
| LXX 40,6 | — | Ἔτι δὲ ὑπολαβὼν ὁ Κύριος, εἶπε τῷ Ἰὼβ ἐκ τοῦ νέφους, |
| LXX 40,7 | — | Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. |
| LXX 40,8 | — | Μὴ ἀποποιοῦ μου τὸ κρίμα· οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἳνα ἀναφανῇς δίκαιος; |
| LXX 40,9 | — | Ἢ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου, ἢ φωνῇ κατʼ αὐτοῦ βροντᾷς; |
| LXX 40,10 | — | Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. |
| LXX 40,11 | — | Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πὰντα δὲ ὑβριστὴν ταπείνωσον. |
| LXX 40,12 | — | Ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα. |
| LXX 40,13 | — | Κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον. |
| LXX 40,14 | — | Ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι. |
| LXX 40,15 | — | Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ, χόρτον ἶσα βουσὶν ἐσθίουσιν. |
| LXX 40,16 | — | Ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπʼ ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπʼ ὀμφαλοῦ γαστρός· |
| LXX 40,17 | — | Ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται. |
| LXX 40,18 | — | Αἱ πλευραὶ αὐτοῦ, πλευραὶ χάλκειαι, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. |
| LXX 40,19 | — | Τουτέστιν ἀρχὴ πλάσματος Κυρίου· πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. |
| LXX 40,20 | — | Ἐπελθὼν δὲ ἐπʼ ὄρος ἀκρότομον, ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ. |
| LXX 40,21 | — | Ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον. |
| LXX 40,22 | — | Σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις, καὶ κλῶνες ἀγροῦ. |
| LXX 40,23 | — | Ἐὰν γένηται πλημμύρα, οὐ μὴ αἰσθηθῇ· πέποιθεν, ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ. |
| LXX 40,24 | — | Ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ῥῖνα. |
| LXX 40,25 | — | Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίεαν περὶ ῥῖνα αὐτοῦ; |
| LXX 40,26 | — | Ἤ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; |
| LXX 40,27 | — | Λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; |
| 1LXX 40,28 | Voici que le chasseur est trompé dans son attente ; la vue du monstre suffit à le terrasser. | Θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; |
| 2LXX 41,1 | Nul n’est assez hardi pour provoquer Léviathan : qui donc oserait me résister en face ? | Οὐχ ἐώρακας αὐτόν; οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; |
| 3LXX 41,2 | Qui m’a obligé, pour que j’aie à lui rendre ? Tout ce qui est sous le ciel est à moi. | Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; |
| 4LXX 41,3 | Je ne veux pas taire ses membres, sa force, l’harmonie de sa structure. | Ἢ τίς ἀντιστήσεταί μοι, καὶ ὑπομενεῖ; εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν, |
| 5LXX 41,4 | Qui jamais a soulevé le bord de sa cuirasse ? Qui a franchi la double ligne de son râtelier ? | Οὐ σιωπήσομαι διʼ αὐτόν· καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἶσον αὐτῷ. |
| 6LXX 41,5 | Qui a ouvert les portes de sa gueule ? Autour de ses dents habite la terreur. | Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; |
| 7LXX 41,6 | Superbes sont les lignes de ses écailles, comme des sceaux étroitement serrés. | Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος. |
| 8LXX 41,7 | Chacune touche sa voisine ; un souffle ne passerait pas entre elles. | Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι. σύνδεσμος δὲ αὐτοῦ, ὥσπερ σμυρίτης λίθος. |
| 9LXX 41,8 | Elles adhèrent l’une à l’autre, elles sont jointes et ne sauraient se séparer. | Εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. |
| 10LXX 41,9 | Ses éternuements font jaillir la lumière, ses yeux sont comme les paupières de l’aurore. | Ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται· συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν. |
| 11LXX 41,10 | Des flammes jaillissent de sa gueule, il s’en échappe des étincelles de feu. | Ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. |
| 12LXX 41,11 | Une fumée sort de ses narines, comme d’une chaudière ardente et bouillante. | Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται ὡς λαμπάδες καιόμεναι, καὶ διαῤῥιπτοῦνται ἑς ἐσχάραι πυρός. |
| 13LXX 41,12 | Son souffle allume les charbons, de sa bouche s’élance la flamme. | Ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. |
| 14LXX 41,13 | Dans son cou réside la force, devant lui bondit l’épouvante. | Ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται· |
| 15LXX 41,14 | Les muscles de sa chair tiennent ensemble ; fondus sur lui, inébranlables. | Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. |
| 16LXX 41,15 | Son cœur est dur comme la pierre, dur comme la meule inférieure. | Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπʼ αὐτὸν, οὐ σαλευθήσεται. |
| 17LXX 41,16 | Quand il se lève, les plus braves ont peur, l’épouvante les fait défaillir. | Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. |
| 18LXX 41,17 | Qu’on l’attaque avec l’épée, l’épée ne résiste pas, ni la lance, ni le javelot, ni la flèche. | Στραφέντος δὲ αὐτοῦ, φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. |
| 19LXX 41,18 | Il tient le fer pour de la paille, l’airain comme un bois vermoulu. | Ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσι, δόρυ, καὶ θώρακα. |
| 20LXX 41,19 | La fille de l’arc ne le fait pas fuir, les pierres de la fronde sont pour lui un fétu ; | Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. |
| 21LXX 41,20 | la massue, un brin de chaume ; il se rit du fracas des piques. | Οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκεον· ἥγηται μὲν πετροβόλον χόρτον. |
| 22LXX 41,21 | Sous son ventre sont des tessons aigus : on dirait une herse qu’il étend sur le limon. | Ὡς καλάμη ἐλογίσθησαν σφυρά, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. |
| 23LXX 41,22 | Il fait bouillonner l’abîme comme une chaudière, il fait de la mer un vase de parfums. | Ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπʼ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. |
| 24LXX 41,23 | Il laisse après lui un sillage de lumière, on dirait que l’abîme a des cheveux blancs. | Ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον· ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, |
| 25LXX 41,24 | Il n’a pas son égal sur la terre, il a été créé pour ne rien craindre. | τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περίπατον. |
| 26LXX 41,25 | Il regarde en face tout ce qui est élevé, il est le roi des plus fiers animaux. | Οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ, πεποιημένον ἐκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου. |
